Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

ἢν δὲ μὴ ἀποιδέῃ, λούσαντα πολλῷ θερμῷ, καθίσαι ὥσπερ τοὺς ἐμπύους, καὶ ὅπη ἂν ψοφέῃ, ταύτῃ τάμνειν· βούλεσθαι δὲ ὡς κατωτάτω, ὅκως τοι εὔροον ἔῃ. Ἐπὴν δὲ τάμῃς, μοτοῦν ὠμολίνῳ, παχὺν καὶ ἔπακρον ποιήσας τὸν μοτὸν, καὶ ἀφιέναι τοῦ ὕδατος φειδόμενος ὡς ἐλάχιστα. Καὶ ἢν μέν σοι ἐν τῷ μοτῷ πῦον περιγένηται πεμπταίῳ ἐόντι ἢ ἑκταίῳ, ὡς τὰ πολλὰ ἐκφυγγάνει· ἢν δὲ μὴ περιγένηται, ἐπὴν ἐξεράσῃς τὸ ὕδωρ, δίψα ἐπιλαμβάνει καὶ βήξ, καὶ ἀποθνήσκει.

62. Στῆθος ἢ μετάφρενον ῥαγέν· ἢν τὸ στῆθος ἢ τὸ μετάφρενον ῥαγῇ, ὀδύναι ἴσχουσι τὸ στῆθος καὶ τὸ μετάφρενον διαμπερὲς, καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἐπιλαμβάνει, καὶ τὸ σίαλον ὕφαιμον βήσσεται, τὸ δ’ οἷον θρὶξ διατρέχει διὰ τοῦ σιάλου αἱματώδης· μάλιστα δὲ ταῦτα πάσχει, ἢν τῇσι χερσί τι πονήσῃ ἢ ἐφ’ ἄμαξαν ἐπιβῇ ἢ ἐφ’ ἵππον. Τοῦτον καίειν καὶ ἔμπροσθεν καὶ ἐξόπισθεν μοίρῃ ἴσῃ ἑκάτερον, καὶ οὕτως ὑγιὴς γίνεται· ἐπισχεῖν δὲ τῶν πόνων ἐνιαυτὸν, καὶ παχῦναι ἐκ τῆς καύσιος.

63. Πυρετὸς καυσώδης· πυρετὸς ἴσχει καὶ δίψα ἰσχυρὴ, καὶ ἡ γλῶσσα τρηχείη καὶ μέλαινα καὶ χλωρὴ καὶ ξηρὴ καὶ ἐξέρυθρος ἰσχυρῶς, καὶ οἱ ὀφθαλμοὶ χλωροὶ, καὶ ἀποπατέει ἐρυθρὸν καὶ χλωρὸν, καὶ οὐρέει τοιοῦτο, καὶ πτύει πολλόν· πολλάκις δὲ καὶ μεθίσταται ὡς ἐπὶ περιπλευμονίην, καὶ παρακόπτει· τούτῳ ἂν γνοίης ὅτι περιπλευμονίη γίνεται. Οὗτος ἢν μὲν γένηται περιπλευμονικὸς, ἢν τεσσαρεσκαίδεκα ἡμέρας ὑπερφύγῃ, ὑγιὴς γίνεται· ἢν δὲ γένηται

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]