Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Muliebri (Nature of Women)

Littré 1851

ἔχει ὀξείη τε καὶ σπερχνὴ καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ τὸ σκέλος ἐπισκάζει. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, τῇ δὲ ὑστεραίῃ ὑποθυμιῇν· τῶν τε κριθέων χοίνικας δύο καὶ ἐλαίης φύλλα κατακνήσας μικρὰ, καὶ κηκίδα κατακόψας καὶ σήσας, καὶ ὑοσκυάμου τριτ έα χοίνικος, ταῦτα μίξας, καὶ ἐλαίῳ περιποιήσας ὅσον ἡμικοτύλιον ἐν χύτρῃ, ὑποθυμία ἐπὶ τέσσαρας ἡμέρας τρὶς τῆς ἡμέρης· τῆς δὲ νυκτὸς γάλα βοὸς καὶ μέλι καὶ ὕδωρ πινέτω, καὶ θερμῷ λουέσθω.

48. Ἢν ἐς τὴν κεφαλὴν τραπῶ σιν αἱ ὑστέραι, σημεῖον τόδε· τὰς φλέβας τὰς ἐν τῇ ῥινὶ, τάς τε ὑπὸ τοῖς ὀφθαλμοῖς ἀλγεῖν φησιν. Ταύτην χρὴ λούειν θερμῷ πολλῷ, καὶ κατὰ τῆς κεφαλῆς, δάφνην τε καὶ μυρσίνην ἐνεψῶν ἐν τῷ ὕδατι, καὶ ῥοδίνῳ μύρῳ τὴν κεφαλὴν ἐγχριέσθω, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ἐπιῤῥοφείτω.

49. Ἢν ἐς τὰ σκέλεα καὶ τοὺς πόδας τραπῶσι, γνώσῃ τῷδε· τοὺς μεγάλους δακτύλους τῶν ποδῶν σπᾶται ὑπὸ τοὺς ὄνυχας, καὶ ὀδύνη ἴσχει τὰ σκέλεα καὶ τοὺς μηρούς. Ὁκόταν ὧδε ἔχῃ, χρὴ λούειν αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ πυριῇν ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ τῷ μύρῳ τῷ ῥοδίνῳ ἀλείφεσθαι.

50. Ἢν γυναῖκα ὑστέρας ἀλγέουσαν ἀσιτίη τε καὶ πυρετὸς καὶ ῥῖγος λαμβάνῃ, μήκωνος λευκῆς ὅσον πεμπτημόριον ἡμιχοινικίου, καὶ κνίδης καρποῦ τὸ ἴσον, καὶ τυροῦ αἰγείου ὅσον ἡμιχοινίκιον ξύσας, ὁμοῦ μίξας, διεὶς οἴνῳ παλαιῷ, ἔπειτα ἑψήσας, διδόναι ῥοφάνειν.

Work

Title: Hippocrates: De Natura Muliebri
English: Nature of Women
Original: Περὶ γυναικείης φύσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 312-430

Publisher: Baillière, Paris

Download

Hipp-Gr_051.xml [162 Kb]