De Visu (Sight)
Littré 1861
ΠΕΡΙ ΟΨΙΟΣ.
1. Αἱ ὄψιες αἱ διεφθαρμέναι, αὐτόματοι μὲν κυανίτιδες γιγνόμεναι, ἐξαπίνης γίνονται, καὶ ἐπειδὰν γένωνται, οὐκ ἔστιν ἴησις τοιαύτη. Αἱ δὲ θαλασσοειδέες γιγνόμεναι, κατὰ μικρὸν ἐν πολλῷ χρόνῳ διαφθείρονται, καὶ πολλάκις ὁ ἕτερος ὀφθαλμὸς ἐν πολλῷ χρόνῳ ὕστερον διεφθάρη. Τουτέου δὲ χρὴ καθαίρειν τὴν κεφαλὴν καὶ καίειν τὰς φλέβας· κἢν ἀρχόμενος θεραπευθῇ ταῦτα, ἵσταται τὸ κακὸν καὶ οὐ χωρέει ἐπὶ τὸ φαυλότερον. Αἱ δὲ μεταξὺ τῆς τε κυανίτιδος καὶ τῆς θαλασσοειδοῦς, ἢν μὲν νέῳ ἐόντι γένωνται, πρεσβυτέρῳ γενομένῳ καθίστανται· ἢν δὲ πρεσβυτέρῳ ἐόντι γίγνωνται ἐτέων ἑπτὰ,.... βέλτιον ὁρῇ· τὰ μεγάλα δὲ πάνυ καὶ λαμπρὰ, καὶ ἀπὸ πρόσθεν, ὁρῇ μὲν, σαφῶς δὲ οὐ, καὶ ὅτι ἂν πάνυ πρὸς ἑωυτὸν τὸν ὀφθαλμὸν προσθῇ, καὶ τοῦτο, ἄλλο δὲ οὐδέν. Ξυμφέρει δὲ τουτέῳ κάθαρσίς τε καὶ καῦσις τῆς κεφαλῆς· αἷμα δὲ τουτέοισιν οὐ ξυμφέρει ἀφιέναι, οὔτε τῇ κυανίτιδι, οὔτε τῇ θαλασσοειδεῖ.
2. Καὶ τὸ ὄμμα ἐν τοῖσιν ὀφθαλμοῖσι, τῆς ὄψιος ὑγιέος οὔσης τῶν νεωτέρων ἀνθρώπων, ἤν τε θήλεια ᾖ ἤν τ’ ἄρσην, οὐκ ἂν
Work
Title: De Visu
English: Sight
Original: Περὶ ὄψις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1861
Series: Oeuvres complètes d'Hippocrate
Volume: 9
Pages: 152-160
Publisher: Baillière, Paris
Download
Hipp-Gr_059.xml [12.0 Kb]