Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Ossium (Nature of Bones)

Littré 1861

ῥῖνα, μέτωπον, παρὰ τὰ ὦτα, ὤμους, μετάφρενον, στήθεα, γαστέρα, διὰ πήχεος· ἡ δὲ διὰ μασχαλέων ἐπὶ πῆχυν, ἐπὶ ταρσόν.

3. Νεύρων ἔκφυσις ἀπὸ τοῦ ἰνίου ἄχρι παρὰ ῥάχιν, παρὰ ἰσχίον, ἐς αἰδοῖα, ἐς μηροὺς, πόδας, κνήμας, ἐς χεῖρας· ἄλλ’ ἐς βραχίονας, τὰ μὲν ἐς σάρκας, τὰ δὲ παρὰ τὴν περόνην ἐς τὸν μέγαν δάκτυλον· τὰ δ’ ἐκ τῶν σαρκῶν ἐπὶ τοὺς ἄλλους δακτύλους· ἄλλ’ ἐς ὠμοπλάτην, στῆθος, γαστέρα, ὀστέοισι, συνδέσμοισιν· ἀπὸ δὲ αἰδοίου παρ’ ἀρχὸν, κοτυληδόνα· τὸ μὲν ἄνωθεν μηροῦ, τὸ δὲ κάτωθεν ἐπὶ τὰ γούνατα, ἐντεῦθεν γούνατι ξυνταθὲν, ἐπὶ τένοντα, πτέρναν, πόδας· τὸ δὲ ἐς περόνην· ἄλλα δ’ ἐς τοὺς νεφρούς.

4. Αὗται δὲ αἱ φλέβες ἐφ’ ἑκάτερα διχῇ τὰ μέγιστα σχίζονται, τὰ μὲν ἔνθεν τοῦ νεφροῦ ἑκατέρου, τὰ δὲ ἔνθεν, καὶ διατέτρηνται ἐς τοὺς νεφρούς. Καὶ εἶδος καρδίης οἱ νεφροὶ ἔχουσι· καὶ οὗτοι κοιλιώδεες· ὁ δὲ νεφρὸς τὰ κοῖλα ἑωυτοῦ πρὸς τὰς φλέβας ἔχων κεῖται τὰς μεγάλας· ὅθεν ἐκπεφύκασιν ἐξ αὐτέου αἱ φλέβες αἱ ἐς κύστιν, ᾗ εἵλκετο τὸ ποτὸν διὰ τῶν φλεβῶν ἐς τοὺς νεφρούς· ἔπειθ’ ὥσπερ καὶ διὰ τῶν νεφρῶν διηθεῖται τὸ ὕδωρ καὶ δι’ αὐτέων τουτέων τῶν ἐντέρων, ὧν ξυνεπακολουθεῖ, Σπογγοειδὲς γάρ ἐστι τὸ ἀπ’ αὐτέων ἐς τὴν κύστιν, καὶ ἐνταῦθα διηθούμενον καὶ ἀποκρινόμενον ἀπὸ τοῦ αἵματος τὸ οὖρον, διὸ δὴ ἐρυθρόν ἐστιν· οὐδὲ γὰρ ἐς τοὺς νεφροὺς ἦσαν ἄλλαι φλέβες ἢ αἳ εἴρηνται, οὐδ’ ὅποι ἂν τὸ ποτὸν ξυντήκοιτο, ὅσον ἐγὼ οἶδα.

5. Αἱ περὶ τὰς πλευρὰς κατατείνουσαι κάτωθέν εἰσιν ἑκάστης τῶν πλευρέων, οὐ πρὸς κεφαλῆς, κατωτέρω δὲ καὶ ἀπὸ ἀρτηρίης. Ἀρτηρίη μὲν οὖν εἶθ’ ὑποῤῥεύσασα διαδιδοῖ τῇσι πλευρῇσι· ἀπὸ δὲ τῆς παχείης ἀπὸ καρδίης παλινδρομέει μία ἐς τὰ ἀριστερὰ ἐγκεκλιμένη, Ἔπειτα ἡ μὲν διὰ μέσων σπονδύλων μέχρις ἄκρων πλευρέων πορεύεται, πλευρῇσιν οὐκ ἐξ ἴσου διαδιδοῦσα τῇσι δεξιῇσι [καὶ]

Work

Title: Hippocrates: De Natura Ossium
English: Nature of Bones
Original: Περὶ ὀστέων φύσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 168-196

Publisher: Baillière, Paris

Download

Hipp-Gr_060.xml [43 Kb]