De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione (On the Diagnosis and Cure of the Errors of the Soul)
Kühn 1823
των γὰρ ἓν οὐδεὶς οὐδέποτ’ αὐτῶν εὑρεῖν ἠδυνήθη,
ὅπου γε καὶ τῶν εὑρηκότων λεγόντων καὶ διδασκόντων,
οἱ μὲν ἄλλοι μανθάνουσιν, ἐκεῖνοι δὲ μόνοι δι’ ἀγυμναστίαν
καὶ βραδύτητα ψυχῆς μὴ μανθάνουσιν· εἶτα παρακαλοῦσιν
ἐμὲ, καί τις ἐξ αὐτῶν κατὰ τύχην παρακολουθήσειεν,
ἀλλ’ εἰπεῖν γε τὸ εἰρημένον οὐ δύναται. τίς οὖν
μείζων τυφλότης εἰς τὴν τῶν ἰδίων ἁμαρτημάτων γνῶσίν
ἐστι τῆς τοιαύτης τῶν τοιούτων; ὅταν ἄνθρωποι τῶν ἐπιτυγχανόντων
ἑαυτοὺς ὁρῶντες ἀφυεστέρους εἴς τε τὸ νοῆσαι
καὶ μνημονεῦσαι καὶ τὰ δι’ ἀριθμητικήν τε καὶ γεωμετρίαν
ἀρχιτεκτονίαν τε καὶ ἀστρονομίαν εὑρισκόμενα τὰ τῆς φιλοσοφίας
εὑρηκέναι νομίζωσιν οὕτω ῥᾳδίως, ὡς ἀποφαίνεσθαι
τολμᾷν αὐτὰ δεικνύναι τὰ πράγματα χωρὶς ἀποδείξεως
καὶ μεθόδου λογικῆς. ὅτι δὲ ἑκόντες ἑαυτοὺς κολακεύουσιν,
οὐκ ἀλήθειαν ζητοῦσιν, ἔνεστι γνῶναι κᾀκ τοῦ
κατά τινος ἕκαστον αὐτῶν ἀνατείνεσθαι παρὰ τοῖς φοιτηταῖς,
ἅπαντάς τε διαβάλλουσι τοὺς ἄλλους ὡς ἐσφαλμένους.
ἐγὼ δὲ συνάγων αὐτοὺς εἰς ταὐτὸν, οὐχ ὑπομένουσιν,
Work
Title: De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione
English: On the Diagnosis and Cure of the Errors of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἁμαρτημάτων
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 58-103
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_043.xml [88 Kb]