In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
ὑπὸ τῆς φύσεως γεγονότων, ἀλλ᾿ οὐχὶ μίαν ἁπασῶν φλεβῶν
ἐχουσῶν χρείαν κοινὴν, ἀναφέρειν ἐξ ἥπατος ἅπασι τοῖς
τοῦ ζώου μέρεσιν αἷμα. τῶν δ᾿ ἐκ τῆς κοιλίας καὶ τῶν ἐντέρων
ἀνακομιζουσῶν εἰς ἧπάρ τε ἐκ τῶν ἐδεσμάτων χυλὸν
οὐδεμία προσωτέρω τοῦ ἥπατος ἀνέρχεται. ἀλλ᾿ οὐδὲ κατὰ
πολλοὺς τοῦ ἥπατος τόπους φαίνονται, καίτοι πάμπολλαι
τὸν ἀριθμὸν οὖσαι καθ᾿ ἃ τῇ γαστρὶ καὶ τοῖς ἄλλοις ἐντέροις
ὁμιλοῦσιν, ἀλλ᾿ εἰς ἕνα τόπον, ὃν ὀνομάζουσι πύλας
ἥπατος, ἀφικνοῦνται δὲ πᾶσαι, τοῦ θεμένου πρώτου πύλας
ὄνομα τῷ χωρίῳ τούτῳ πόλει μὲν ἢ οἰκίᾳ τινὶ μεγάλῃ
τὸ ἧπαρ παρεικάσαντος, ἀγροῖς δὲ τά τε ἔντερα καὶ τὴν
κοιλίαν, ἐξ ὧν ὥσπερ δι᾿ ὁδῶν τινων, πολλῶν τῶν φλεβῶν,
εἰς τὰς πύλας τῆς πόλεως, ἢ τῆς οἰκίας κομίζεται τὰ σιτία.
ληρεῖ τοίνυν ὁ νέος Προμηθεὺς ἐν ᾧ διαπλάττει ζώῳ κατὰ
τὸν ἑαυτοῦ λόγον. οὐ γὰρ δὴ τοῖς ἔργοις γε διέπλασέ τις
ζῶον, ἐν ᾧ φλέβες ἐκ τῆς κοιλίας καὶ τῶν ἐντέρων εἰς
ὅλον ἀναφέρουσι τὸ σῶμα τὴν τροφήν. εἰς ἕνα γὰρ ἀφικνοῦνται
τόπον ἅπασαι, τὰς πύλας τοῦ ἥπατος, ἐντεῦθέν
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]