De Theriaca ad Pamphilianum (On Theriac to Pamphilianus)
Kühn 1827
φιλεῖσθαι. ἡ μὲν οὖν κτῆσίς σοι τῆς ἀντιδότου δαψιλὴς
καὶ παρὰ πολλῶν, ἡ δ᾿ ἔντεχνος χρῆσις παρ᾿ ἡμῶν καὶ τῆς
ἡμετέρας περὶ σὲ σπουδῆς καὶ εὐνοίας ὑπόμνημα. ὅνπερ
γὰρ τρόπον αὐλοῦ καὶ λύρας καὶ τῶν ἄλλων μουσικῶν
ὀργάνων οὐδὲν πλέον τοῖς κεκτημένοις μὲν, μὴ χρωμένοις
δὲ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀντιδότων ἔχει, οἷον καὶ
ἐπὶ τῶν ἄλλων ἰατρικῶν φαρμάκων οὐδὲν ὀνίνησιν ἡ κτῆσις
αὐτῶν, τῆς χρήσεως ὑστεριζούσης. εἰ μὲν γὰρ, ὡς ἡ
παρὰ τοῖς πολλοῖς ἐπικρατοῦσα φήμη, πρὸς μόνα τὰ δήγματα
τῶν ἰοβόλων καὶ πρὸς τὰς τῶν δηλητηρίων φαρμάκων
ἐποίει πόσεις, ἕδει καθάπερ τι κειμήλιον οἴκοι κατακείμενον
περιορᾷν τὸ φάρμακον, ὑπὸ τοῦ χρόνου δαπανώμενον,
τῆς χρείας οὐ καλούσης. ἐπεὶ δὲ πρὸς τούτοις καὶ
εὐγηρίαν ὑπισχνεῖται καὶ μακροβιότητα καὶ ἀκρίβειαν αἰσθήσεως,
καὶ διαμονὴν ὑγείας, καὶ οὐ μόνον τῶν παρόντων
νοσημάτων λύσιν, ἀλλὰ καὶ τῶν ἔσεσθαι μελλόντων κώλυσιν,
εὔλογον οἴομαι καὶ ἐν ὑγείᾳ οὐκ ἀποστρέφεσθαι τὴν χρῆσιν
αὐτῆς, τῆς ἀπαλλαγῆς τῶν ἐνοχλούντων παθῶν τὸ τὴν
Work
Title: De Theriaca ad Pamphilianum
English: On Theriac to Pamphilianus
Original: Περὶ θεριακῆς πρὸς Παμφιλιανόν
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 295-310
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_003.xml [30 Kb]