Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Theriaca ad Pamphilianum (On Theriac to Pamphilianus)

Kühn 1827

διδόσθω κυάμου τὸ μέγεθος ἕωθεν. δύναται καὶ ὄρεξιν ἐπιτεταμένην ἀναστεῖλαι, καὶ ὑπτιωμένην ἀναγεῖραι, τὸ οἰκεῖον ἑκάστῳ τῶν τῆς φύσεως ἔργων μέτρον ἀποκαθιστᾶσα. ἡ δὲ πόσις καὶ ἐπὶ τούτων ἰσομεγέθης τῇ προειρημένῃ δι᾿ ὕδατος, ἢ κράματος, μήτε πλείων κυάθων γ΄. μήτε ἐλάσσων δύο· ἀγαθὴ καὶ παντὸς τύπου ῥῖγος ἀπαλλάξαι, καὶ περίψυξιν, καὶ χολημεσίαν τὴν ἐν ταῖς ἐπιβολαῖς ἔσθ᾿ ὅτε συνεδρεύουσαν τῶν παροξυσμῶν, κατὰ ταὐτὰ τοῖς προειρημένοις διδομένη. εἰ δέ τις αὐτῇ πρὸ τῶν ἐπισημασιῶν τρὶς ἢ τὸ πλέον τετράκις χρήσεται, περιγράφει τέλεον τοὺς πυρετοὺς, μετὰ τοῦ καὶ τὴν δίαιταν τῇ ὠφελείᾳ τῇ ἀπὸ τοῦ φαρμάκου μὴ ἀντιπράσσειν. οὐδὲν γὰρ οὕτως ἐστιν ἰσχυρὸν ἐν ἰατρικῇ βοήθημα, ὃ τὴν ἐξ αὐτοῦ γινομένην ὄνησιν δύναται ἐπαγαγεῖν, ἢ ἀντιπρασσόμενον ὑπὸ τῶν κατὰ δίαιταν, ἢ μὴ συνεργούμενον. πεπίστευται δὲ καὶ ταῖς γυναιξὶ τὰς ἐπιμηνίους καθάρσεις κινεῖν, καὶ τὰ νεκρὰ τῶν ἐμβρύων ἐκβάλλειν, ἃ δι᾿ ἀσθένειαν οὐ δύναται ἡ φύσις ἀποτρίψασθαι πολλάκις θέλουσα. δίδοται δὲ ἐπὶ τούτων

Work

Title: pseudo-Galen: De Theriaca ad Pamphilianum
English: On Theriac to Pamphilianus
Original: Περὶ θεριακῆς πρὸς Παμφιλιανόν

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 295-310

Publisher: Cnobloch, Leipzig

Download