Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Theriaca ad Pamphilianum (On Theriac to Pamphilianus)

Kühn 1827

ἄλλος ἐμπειρίᾳ τέχνης καὶ ἐπιεικείᾳ γνώμης διαφέρων, Αἰλιανὸς Μέκκιος, ἔφη ποτὲ τὴν Ἰταλιῶτιν χώραν ὑπὸ λοιμοῦ πιεσθεῖσαν, ὀξεῖς θανάτους καὶ φθορὰν ἀνθρώπων πολλὴν παθεῖν, ἐν δέει δὲ πάντων ὁμοίως, καὶ τῶν ἰατρῶν καὶ ἡγουμένων ἀνδρῶν ὑπαρχόντων, εἰσηγήσασθαι μόνῃ χρῆσθαι τῇ θηριακῇ, τῶν ἄλλων ἁπάντων ἀπρακτούντων βοηθημάτων, καὶ τῶν μὲν ἤδη νοσούντων λαβόντων τινὰς ἀνασφῆλαι, τινὰς δὲ καὶ διαφθαρῆναι. τοὺς δὲ πρὸ τοῦ νοσῆσαι προσενεγκαμένους πάντας οὐ μόνον τὸν κίνδυνον, ἀλλὰ καὶ τὴν πεῖραν τοῦ πάθους διαφυγεῖν, καὶ θαυμαστὸν οὐδέν· εἰ γὰρ καὶ θανασίμων φαρμάκων πινομένη δύναται κρατεῖν, νικήσει καὶ φθορὰν ἀέρος ἀδικοῦσαν τὸν ἄνθρωπον, ὅπερ δὴ καὶ τοὺς πολλοὺς τῶν ἰατρῶν καὶ τοὺς ἰδιώτας ἅπαντας κοινῇ διαλανθάνειν μὴ θαυμάσαις. ὀποὶ γάρ εἰσι καὶ χυλοὶ καὶ φλοιοὶ καὶ ῥίζαι καὶ ἄνθη καὶ σπέρματα καὶ σαρκία ἐξ ὧν συνέστηκεν ὥσπερ οὖν καθ᾿ ἓν τούτων ἕκαστον ἱκανὸς ὁ χρόνος ἐξίτηλον ἀποφῆναι, οὕτω καὶ τὴν 

Work

Title: pseudo-Galen: De Theriaca ad Pamphilianum
English: On Theriac to Pamphilianus
Original: Περὶ θεριακῆς πρὸς Παμφιλιανόν

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 295-310

Publisher: Cnobloch, Leipzig

Download