Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Theriaca ad Pamphilianum (On Theriac to Pamphilianus)

Kühn 1827

ὅλην τοῦ φαρμάκου σύνθεσιν, τοῦτό τε ὑφορώμενοι τῶν ὑλικῶν ἰατρῶν οἱ χαριέστατοι πωλοῦσιν ἢ δωροῦνταί τισι τὴν ἄγαν| παλαιουμένην. αὐτοὶ δὲ τῆς χρείας καλούσης ἐνεργεστάτῳ καὶ ὡραιοτάτῳ χρῶνται τῷ φαρμάκῳ, οὐ γὰρ ἔξεστιν ἑαυτοῖς βοηθοῦσιν ἀποτυγχάνειν. ὁριῶ δέ σοι καὶ τὰς ἄλλας προδεσμίας τῶν χρόνων καὶ τὰς διαφορὰς τῶν νοσημάτων, πρὸς ἅστινας καὶ ὁπότε χρώμενος αὐτῇ τις οὐκ ἀποτεύξεται. ἐπὶ μὲν γὰρ τῶν ἐχεοδήκτων καὶ ὀφιοδήκτων καὶ ἀσπιδοδήκτων καὶ λυσσοδήκτων καὶ καθόλου τῶν ὑπό τινος τῶν ἰοβόλων δηχθέντων, ἢ νυγέντων, ἢ ψυγέντων, ἱκανῶς ἄγαν ἡ πρόσφατος δύναται βοηθεῖν· ἔστι δὲ πρόσφατος μέχρις ἐτῶν λστ΄· καὶ πρὸς τὰ θανάσιμα πάντα. μετὰ δὲ τὸν χρόνον τοῦτον κατάλληλος ἅπασι τοῖς ἄλλοις πάθεσι, περὶ ὧν ὑπόμνημα γράψομεν, πολλῶν πλειόνων ὄντων ἄλλων εἰς ἀριθμὸν τῶν προειρημένων. δοκίμιον οὖν τοῦτο ἐνεργοῦς καὶ ἀπράκτου φαρμάκου· φάρμακον ὑπήλατον, ἢ ἐμετήριον, ἢ ἑλλέβορον, ἢ σκαμμωνίαν, ἢ ἄλλο ὅ τι βούληταί τις ἀνδρικώτατον,

Work

Title: pseudo-Galen: De Theriaca ad Pamphilianum
English: On Theriac to Pamphilianus
Original: Περὶ θεριακῆς πρὸς Παμφιλιανόν

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 295-310

Publisher: Cnobloch, Leipzig

Download