Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Theriaca ad Pamphilianum (On Theriac to Pamphilianus)

Kühn 1827

γ΄. πολλῷ δ᾿ ἄμεινον, εἰ προαφεψήσεις τὶ τῷ ὕδατι, τοῦ καλουμένου συμφύτου τῆς πόας. ἡ δὲ πόσις εἰς νύκτα καὶ πρωῒ κυάμου Αἰγυπτίου τὸ μέγεθος. ἐπὶ δὲ τῆς Ῥώμης οἶδα τοὺς καθηγησαμένους ἡμῶν ἐπὶ τῶν τοιούτων χρωμένους καὶ τῇ διὰ φελλῶν δυνάμει, ἧς τὴν πλοκὴν ἂν οὕτω δέῃ εὐκαιροτέραν σοι παραθήσομαι, καὶ ἐν κύκλῳ δὲ καὶ ἔμπροσθεν, καὶ ὄπισθεν περιθάλποντας δαψιλεῖ τῷ φαρμάκῳ τὸν θώρακα, καὶ τὰ πολλὰ ἐκράτουν τὸ πάθος διὰ τῆς τοιαύτης ἀγωγῆς. ἁρμόζει δὲ καὶ τοῖς νεφριτικοῖς καὶ δυσεντερικοῖς καὶ τοῖς λιθιῶσι καὶ δυσπνοϊκοῖς καὶ τοῖς περὶ τὸ ἧπαρ καὶ σπλῆνα καὶ σκιῤῥώδη τινὰ πεῖσιν, ἢ ἄλλως κεχρονισμένην ἔχουσι, δι᾿ ὀξυμέλιτος διδομένη ἐπὶ τῶν σκιῤῥωδῶν· ὀξύμελι δὲ ἀπὸ τῶν μελικηρίδων ληπτέον, τοῦτο γὰρ εὔθετον, καὶ Ἱπποκράτης ἐν τῷ περὶ διαίτης λέγει· ὀποῦ δὲ δι᾿ ὄξους σκιλλητικοῦ κυάθου ἑνὸς ἥμισυ, ἐπὶ τῶν δυσπνοϊκῶν· ἐπὶ δὲ τῶν λιθιώντων μετὰ ἀφεψήματος σελίνου, ἢ πετροσελίνου· ἐπὶ δὲ τῶν νεφριτικῶν μετὰ οἰνομέλιτος· ἐπὶ δὲ τῶν δυσεντερικῶν μετὰ Συριακοῦ 

Work

Title: pseudo-Galen: De Theriaca ad Pamphilianum
English: On Theriac to Pamphilianus
Original: Περὶ θεριακῆς πρὸς Παμφιλιανόν

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 295-310

Publisher: Cnobloch, Leipzig

Download