De Morbis I (Diseases I)
Littré 1849
ΠΕΡΙ ΝΟΥΣΩΝ. ΤΟ ΠΡΩΤΟΝ.
1. Ὃς ἂν περὶ ἰήσιος ἐθέλῃ ἐρωτᾷν τε ὀρθῶς, καὶ ἐρωτῶντι ἀποκρίνεσθαι, καὶ ἀντιλέγειν ὀρθῶς, ἐνθυμέεσθαι χρὴ τάδε· πρῶτον μὲν, ἀφ’ ὧν αἱ νοῦσοι γίνονται πᾶσαι τοῖσιν ἀνθρώποισιν· ἔπειτα δὲ, ὁκόσα ἀνάγκας ἔχει τῶν νοσημάτων, ὥστε, ὅταν γένηται, εἶναι ἢ μακρὰ, ἢ βραχέα, ἢ θανάσιμα, ἢ μὴ θανάσιμα, ἢ ἔμπηρόν τι τοῦ σώματος γενέσθαι, ἢ μὴ ἔμπηρον· καὶ ὁκόσα, ἐπὴν γένηται, ἐνδοιαστὰ, εἰ κακὰ ἀπ’ αὐτέων ἀποβαίνει, ἢ ἀγαθά· καὶ ἀφ’ ὁκοίων νουσημάτων ἐς ὁκοῖα μεταπίπτει· καὶ ὁκόσα ἐπιτυχίῃ ποιέουσιν οἱ ἰητροὶ θεραπεύοντες τοὺς ἀσθενέοντας· καὶ ὁκόσα ἀγαθὰ ἢ κακὰ οἱ νοσέοντες ἐν τῇσι νούσοισι πάσχουσιν· καὶ ὁκόσα εἰκασίῃ ἢ λέγεται ἢ ποιέεται ὑπὸ τοῦ ἰητροῦ πρὸς τὸν νοσέοντα, ἢ ὑπὸ τοῦ νοσέοντος πρὸς τὸν ἰητρόν· καὶ ὁκόσα ἀκριβῶς ποιέεται ἐν τῇ τέχνῃ καὶ λέγεται, καὶ ἅ τε ὀρθὰ ἐν αὐτῇ, καὶ ἃ μὴ ὀρθά· καὶ ὅ τι αὐτῆς ἀρχὴ, ἢ τελευτὴ, ἢ μέσον, ἢ ἄλλο τι τῶν τοιούτων, ὅ τι καὶ ὀρθῶς ἀποδεδειγμένον ἐστὶν ἐν αὐτῇ εἶναι, ἢ μὴ εἶναι· καὶ τὰ σμικρὰ καὶ τὰ μεγάλα, καὶ τὰ πουλλὰ καὶ τὰ ὀλίγα· καὶ ὅτι ἅπαν ἐστὶν ἐν αὐτῇ ἓν, καὶ ὅτι ἓν πάντα· καὶ τὰ ἀνυστὰ νοῆσαί τε καὶ εἰπεῖν, καὶ, εἰ δέοι, καὶ ποιῆσαι, καὶ τὰ μὴ ἀνυστὰ μήτε νοῆσαι, μήτε εἰπεῖν, μήτε ποιῆσαι· καὶ ὅ τι εὐχειρίη ἐν αὐτῇ, καὶ ὅ τι ἀχειρίη· καὶ ὅ τι
Work
Title: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 140-204
Publisher: Baillière, Paris
Download
Hipp-Gr_040.xml [98 Kb]