De Haemorrhoidibus (Haemorrhoids)
Littré 1849
ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ.
1. Αἱμοῤῥοΐδων τὸ μὲν νόσημα ὧδε γίνεται· ἐπὴν χολὴ ἢ φλέγμα ἐς τὰς φλέβας τὰς ἐν τῷ ἀρχῷ καταστηρίξῃ, θερμαίνει τὸ αἷμα τὸ ἐν τοῖσι φλεβίοισι· θερμαινόμενα δὲ τὰ φλέβια ἐπισπᾶται ἐκ τῶν ἔγγιστα φλεβίων τὸ αἷμα, καὶ πληρεύμενα ἐξοιδέει ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, καὶ ὑπερίσχουσιν αἱ κεφαλαὶ τῶν φλεβίων, καὶ ἅμα μὲν ὑπὸ τῆς κόπρου ἐξιούσης φλώμεναι, ἅμα δὲ ὑπὸ τοῦ αἵματος ἀθροιζομένου βιαζόμεναι, ἐξακοντίζουσιν αἷμα, μάλιστα μὲν ξὺν τῷ ἀποπάτῳ, ἐνίοτε δὲ χωρὶς τοῦ ἀποπάτου.
2. Θεραπεύειν δὲ δεῖ ὧδε· πρῶτον μὲν ὑπαρχέτω εἰδέναι ἐν οἵῳ χωρίῳ γίνονται. Ἀρχὸν γὰρ καὶ τάμνων, καὶ ἀποτάμνων, καὶ ἀναῤῥάπτων, καὶ δαίων, καὶ ἀποσήπων, ταῦτα γὰρ δοκέει δεινότατα εἶναι, οὐδὲν ἂν σίνοιο. Παρασκευάσασθαι δὲ κελεύω ἑπτὰ ἢ ὀκτὼ σιδήρια, σπιθαμιαῖα τὸ μέγεθος, πάχος δὲ ὡσεὶ μήλης παχείης· ἐξ ἄκρου δὲ κατακάμψαι· καὶ ἐπὶ τῷ ἄκρῳ πλατὺ ἔστω ὡς ἐπὶ ὀβολοῦ μικροῦ. Προκαθήρας δὴ φαρμάκῳ τῇ πρότερον, αὐτῇ δὲ ᾗ ἂν ἐπιχειρέῃς καῦσαι, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, καὶ προσκεφάλαιον ὑπὸ τὴν ὀσφὺν ὑποθεὶς, ἐξαναγκάζειν ὡς μάλιστα τοῖσι δακτύλοισι τὴν ἕδρην ἔξω, ποιέειν δὲ καὶ διαφανέα τὰ σιδήρια, καὶ καίειν ἕως ἂν ἀποξηράνῃς, καὶ ὅκως μὴ ὑπαλείψῃς· καίειν δὲ καὶ μηδεμίην ἐᾶσαι ἄκαυστον τῶν αἱμοῤῥοΐδων, ἀλλὰ πάσας ἀποκαύσεις. Γνώσει δὲ οὐ
Work
Title: De Haemorrhoidibus
English: Haemorrhoids
Original: Περὶ αἱμοῤῥοίδων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 436-444
Publisher: Baillière, Paris
Download
Hipp-Gr_045.xml [13.5 Kb]