Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ διοριστέον. Ἐρώτησις γὰρ μία πρὸς ἣν μία ἀπόκρισίς ἐστιν, ὥστ᾿ οὔτε πλείω καθ᾿ ἑνὸς οὔτε ἓν κατὰ πολλῶν, ἀλλ᾿ ἓν καθ᾿ ἑνὸς φατέον ἢ ἀποφατέον. Ὥσπερ δὲ ἐπὶ τῶν ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δ᾿ οὐδετέρῳ ὑπάρχει, ὥστε μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος ἁπλῶς ἀποκρινομένοις οὐδὲν συμβαίνει πάσχειν, ὁμοίως καὶ ἐπὶ τούτων. Ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχῃ, τῷ ἁπλῶς δόντι καὶ ἁμαρτόντι ταύτην τὴν ἁμαρτίαν οὐδὲν ὑπεναντίωμα συμβαίνει· ὅταν δὲ τῷ μὲν τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων, καὶ ἔστιν ὡς ὑπάρχει ἀμφότερα ἀμφοτέροις, ἔστι δ᾿ ὡς οὐχ ὑπάρχει πάλιν, ὥστε τοῦτ᾿ εὐλαβητέον. Οἷον ἐν τοῖσδε τοῖς λόγοις. Εἰ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κακόν, ὅτι ταῦτα ἀληθὲς εἰπεῖν ἀγαθὸν καὶ κακὸν καὶ πάλιν μήτ᾿ ἀγαθὸν μήτε κακόν· οὐκ ἔστι γὰρ ἑκάτερον ἑκάτερον, ὥστε ταὐτὸ ἀγαθὸν καὶ κακὸν καὶ οὔτ᾿ ἀγαθὸν οὔτε κακόν. Καὶ εἰ ἕκαστον αὐτὸ αὑτῷ ταὐτόν, καὶ ἄλλου ἕτερον· ἐπεὶ δ᾿ οὐκ ἄλλοις ταὐτὰ ἀλλ᾿ αὑτοῖς, καὶ ἕτερα αὑτῶν, ταὐτὰ ἑαυτοῖς ἕτερα καὶ ταὐτά. Ἔτι εἰ τὸ μὲν ἀγαθὸν κακὸν γίνεται, τὸ δὲ κακὸν ἀγαθόν ἐστιν, δύο γένοιτ᾿ ἄν. Δυοῖν τε καὶ ἀνίσων ἑκάτερον αὐτὸ αὑτῷ ἴσον, ὥστε ἴσα καὶ ἄνισα αὐτὰ αὑτοῖς.

Ἐμπίπτουσι μὲν οὖν οὗτοι καὶ εἰς ἄλλας λύσεις· καὶ γὰρ τὸ ἄμφω καὶ τὸ ἅπαντα πλείω σημαίνει· οὔκουν ταὐτόν, πλὴν ὄνομα, συμβαίνει φῆσαι καὶ ἀποφῆσαι· τοῦτο δ᾿ οὐκ ἦν ἔλεγχος. Ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως τῶν πλειόνων γινομένων, ἀλλ᾿ ἓν καθ᾿ ἑνὸς φάντος ἢ ἀποφάντος, οὐκ ἔσται τὸ ἀδύνατον.