Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

καὶ ὅτι διὰ πλεονεξίαν χολῆϲ ξανθῆϲ οἵ τε καῦϲοι καὶ οἱ τριταῖοι γίνονται καὶ τοῦτο ἔχοντεϲ κοινὸν διαφέρουϲι τοῖϲ τόποιϲ, ἐν οἷϲ ὁ πλεονάζων ἀθροίζεται χυμόϲ. ἐν μὲν γὰρ τοῖϲ καύϲοιϲ κατὰ τὰϲ φλέβαϲ πλεονάζει καὶ μάλιϲτα τὰϲ καθ’ ἧπαρ καὶ γαϲτέρα, τριταῖοι δὲ πυρετοὶ γίνονται κατὰ τὰϲ ἐν ὅλῳ τῷ ϲώματι ϲάρκαϲ ἐπικρατού- ϲηϲ τῆϲ ξανθῆϲ χολῆϲ. ἐπιϲχεθείϲηϲ οὖν τῆϲ διαπνοῆϲ τοῖϲ φύϲει χο- λώδεϲιν, ὅϲον ἐν τῷ ϲαρκώδει γένει τῆϲ χολῆϲ ἀθροιζόμενον ἐκενοῦτο πρότερον, οὐ κενωθὲν ἐν τῇ νῦν καταϲτάϲει τοὺϲ τριταίουϲ ἐγέν- νηϲε πλείουϲ τῶν καύϲων. ἐκεῖνοι γὰρ οὐ πάνυ τι τὴν γένεϲιν ἐξ ἐπιϲχέϲεωϲ ἴϲχουϲι χολωδῶν περιττωμάτων, ἀλλὰ τῆϲ ἐν τοῖϲ ἀγγεί- οιϲ τε καὶ ϲπλάγχνοιϲ θερμαϲίαϲ ἀπεκταθείϲηϲ, ὡϲ ἐκφλογωθείϲηϲ ἐκ τῆϲ καταϲτάϲεωϲ τῆϲ θερμῆϲ ἰϲχυρῶϲ, ὡϲ γίνεται τοῖϲ γυμναϲαμένοιϲ ἐπὶ πλέον ἢ φροντίϲαϲιν ἰϲχυρῶϲ ἢ ἐν ἡλίῳ διατρίψαϲιν ἐπὶ πλέον ἢ ἐδέϲμαϲι καυϲώδεϲι χρηϲαμένοιϲ δαψιλῶϲ ἢ καὶ τὰ πλεῖϲτα τούτων ἢ καὶ ἅπαντα πράξαϲί τε καὶ παθοῦϲιν. ἀλλ’ οὐχὶ νῦν ἦν κατάϲταϲιϲ ἰϲχυρῶϲ θερμή, διόπερ οὐδ’ οἱ καῦϲοι πολλοῖϲ ἐγίγνοντο, μᾶλλον δὲ τοῖϲ λίαν χολώδεϲι, καὶ τούτοιϲ μετριώτατοι. τοῖϲ δ’ αὐτοῖϲ τούτοιϲ εἰκότωϲ μᾶλλον καὶ οἱ τριταῖοι ϲυνέβηϲαν ἐκ τοῦ τὰϲ εἰθιϲμέναϲ ἀπορροίαϲ τῶν χολωδῶν περιττωμάτων ἐπιϲχεθῆναι. κατὰ λόγον οὖν τούτοιϲ ἐπιπονώτεροί τε τῶν καύϲων ἐγένοντο, διότι καὶ γνη- ϲιώτεροι, καὶ τὰϲ κρίϲειϲ οἰκείαϲ ἔϲχον.

Οἱ δὲ τεταρταῖοι πολλοῖϲι μὲν ἐξ ἀρχῆϲ ἐν τάξει τεταρταίου ἤρξαντο, ἔϲτι δ’ οἷϲιν οὐκ ὀλίγοιϲ ἐξ ἄλλων πυρετῶν καὶ νοϲημάτων ἀποϲτάϲιεϲ ἐϲ τεταρταίουϲ ἐγένοντο· μακρὰ δὲ καὶ ὡϲ εἴθιϲται τούτοιϲι καὶ ἔτι μακρότερα ϲυνέπιπτεν.

Οὐδ’ οὗτοι διὰ τὴν κατάϲταϲιν ἐγένοντο πρώτωϲ, ἀλλ’ ἐκ τοῦ μὴ κενοῦϲθαι ταῖϲ μελαγχολικαῖϲ φύϲεϲι τὴν περιουϲίαν τῆϲ μελαίνηϲ χολῆϲ ταύταϲ ἁλῶναι τοῖϲ τοιούτοιϲ νοϲήμαϲι ϲυνέβη. χρονίϲαι δ’ αὐτοῖϲ ἐγένετο τῆϲ καταϲτάϲεωϲ οὔϲηϲ ὑγρᾶϲ καὶ ψυχρᾶϲ, ἐν ᾗ πάντα τὰ αἴτια μέχρι πλείϲτου κατὰ τὸ ϲῶμα μένει, μήτε πεττόμενα μήτε διαπνεόμενα. μέμνηϲο δὲ πάλιν ἐνταῦθα τῆϲ περὶ τοὔνομα τῆϲ ἀπο-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download