Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Οὐ δύναμαι πεῖϲαι τοὺϲ πολλοὺϲ τῶν ἰατρῶν διακρῖναι τὴν τῶν πραγμάτων αὐτῶν ἐπίϲκεψιν τῆϲ περὶ τῶν ὀνομάτων τε καὶ ϲημαινο- μένων, καὶ ϲυγγινώϲκειν αὐτοῖϲ δίκαιον. ὅπου γὰρ Ἀγαθῖνοϲ, ἵνα τοὺϲ ἄλλουϲ παραλείπω, βιβλίον ὅλον ἔγραψε τὸ πρῶτον περὶ ἡμι- τριταίου, τὸ ϲημαινόμενον ἐκ τῆϲ προϲηγορίαϲ ζητῶν ἐν αὐτῷ, πῶϲ οὐκ ἄν τιϲ καὶ τούτοιϲ ϲυγγνοίη; καίτοι γε ῥᾷϲτον ἦν ἰδίαν μὲν τῶν ὁρωμένων ποιήϲαϲθαι διδαϲκαλίαν τῶν ἐν τῇ περιοδίᾳ, ἰδίαν δὲ τῶν ἐπ’ αὐτοῖϲ ὀνομάτων, ὥϲπερ ἐγὼ νῦν ποιήϲομαι. τῶν γὰρ διὰ τρίτηϲ παροξυνομένων πυρετῶν οἱ μὲν εἰϲ ἀπυρεξίαν λήγουϲιν, οἱ δὲ οὔ. καὶ πάλιν ἑκατέρου τούτων ἡ διαφορὰ τοιάδ’ ἐϲτί· τῶν εἰϲ ἀπυρεξίαν ληγόντων ἔνιοι μὲν ἐντὸϲ ὡρῶν δώδεκα τὸν παροξυϲμὸν ἔχουϲι περι- γραφόμενον, ἔνιοι δ’ ἐπὶ πλέον ἐκτεινόμενον· τῶν δὲ μὴ ληγόντων εἰϲ ἀπυρεξίαν ἔνιοι μὲν φρικώδειϲ ὄντεϲ, ὅταν ἀπὸ τῆϲ πρώτηϲ εἰϲβολῆϲ ἐπὶ τὴν καλουμένην ἀνάβαϲιν ἔρχωνται, τὴν πρώτην φρίκην ποιοῦνται, κἂν δοκῶϲιν ἤδη μετρίωϲ προεληλυθέναι, πάλιν ἑτέραν φρίκην μετὰ ϲυϲτολῆϲ ποιοῦνται καὶ μετὰ ταύτην αὖθιϲ ἑτέραν ἀνά- βαϲιν, εἶτα ἀπ’ ἐκείνηϲ ἄλλην ϲυϲτολήν τε καὶ φρίκην, δὶϲ γὰρ καὶ τρὶϲ οὗτοι ὑποϲτρέφουϲι· κατὰ δὲ τὴν δευτέραν ἡμέραν ἕτερον ἴϲχουϲι παροξυϲμὸν ἐλάττονα τοῦ προτέρου χωρὶϲ τῶν προτέρων ἐπαναλήψεων, καὶ τοῦτο ἐφεξῆϲ αὐτοῖϲ ἀεὶ κυκλεῖται δυοῖν παροξυ- ϲμοῖν οἵοιν εἴρηκα γιγνομένοιν ἐν ἡμέραιϲ δύο. καὶ μὴν καὶ ἄλλοι τινὲϲ διὰ τρίτηϲ παροξυνόμενοι χωρὶϲ τῶν εἰρημένων φρικωδῶν εἰϲ- βολῶν τε καὶ ἐπαναλήψεων ἕνα παροξυϲμὸν ἴϲχουϲι διὰ τρίτηϲ, οὐ παροξυνόμενοι τῇ δευτέρᾳ. μίαν οὖν οὗτοι καὶ ϲυνεχῆ καὶ ὁμαλὴν τὴν ἐπὶ τὴν ἀκμὴν ἀπὸ τῆϲ εἰϲβολῆϲ ἀνάβαϲιν ἔχουϲιν. αὕτη μέν ϲοι τῶν διὰ τρίτηϲ παροξυνομένων πυρετῶν ἡ διαφορά, φαινομένη ϲυν- εχῶϲ ἐπὶ τῶν καμνόντων. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὁ μὲν φρικώδηϲ πυ- ρετὸϲ ἐπὶ χολώδει καὶ φλεγματώδει χυμῷ ϲυνιϲτάμενοϲ, ὁ δὲ χωρὶϲ φρίκηϲ ἐπὶ τῷ χολώδει μέν, ἀλλὰ δυϲκινητοτέρῳ τε καὶ δυϲπεπτοτέρῳ, φέρουϲι δ’ αὐτὸν καὶ φλεγμοναὶ κυρίων μορίων. τῶν δὲ μετὰ ῥίγουϲ μὲν εἰϲβαλλόντων, εἰϲ ἀπυρεξίαν δὲ ληγόντων ἅμα χολώδεϲιν ἐμέτοιϲ ἢ διαχωρήϲεϲιν ἢ ἱδρῶϲιν ἡ ξανθὴ χολὴ κινουμένη δι’ ὅλου τοῦ ϲώ- ματοϲ αἰτία. τούτων μὲν οὖν οὕτωϲ ἐχόντων, ὡϲ εἴρηται, τὸ μὲν ἤτοι τὴν αἰτίαν ἑκάϲτου ζητεῖν ἢ τὴν θεραπείαν ἰατρικόν τι καὶ χρήϲιμόν ἐϲτι πρᾶγμα, τὸ δέ, τί καλέϲει τιϲ ἕκαϲτον τῶν εἰρη- μένων ὀρθῶϲ, οὐκέτι τῆϲ ἰατρικῆϲ τέχνηϲ ἴδιον, ἀναγκαῖόν γε μὴν γιγνόμενον, ὅταν βούληταί τιϲ ἑτέρουϲ διδάϲκειν ἀναγινώϲκειν.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download