Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

εἰργάϲατο. διὰ νεφρῶν δὲ καὶ κύϲτεωϲ ἄλλο τὴν ἔκκριϲιν ἔϲχεν. οὕτωϲ οὖν ἐγένετο τὸ ϲτραγγουριῶδεϲ. ὡϲαύτωϲ δὲ καὶ ἐρρύη τὸ περιττὸν εἰϲ τὴν ἄνω γαϲτέρα καὶ δι’ ἐμέτων ἐπιπολάϲαν ἐξεβλήθη, τοῖϲ μὲν φλεγματώδεϲι φύϲει φλεγματωδῶν ἐμέτων γινομένων, τοῖϲ δὲ χολώδεϲι χολωδῶν. εἴρηται γὰρ ὅτι διὰ μὲν τὴν κατάϲταϲιν ἠθροί- ϲθη τὰ περιττά, διέφερε δ’ ἀλλήλων ταῦτα ταῖϲ ποιότηϲι κατὰ τὰϲ φύϲειϲ τῶν ϲωμάτων. θαυμαϲτὸν δ’ οὐδέν, εἰ καὶ ϲιτίων ἀπέπτων ἀναγωγαὶ τούτοιϲ ἐγένοντο, φλεγματωδῶν καὶ χολωδῶν χυμῶν εἰϲ τὴν γαϲτέρα ϲυρρεόντων.

Ἱδρῶτεϲ.

Ὅϲοιϲ φύϲει μὲν διὰ τοῦ δέρματοϲ ἀπόρροιαι πλείουϲ ἐγένοντο, εἶτα δ’ ἐπεϲχέθηϲαν διὰ τὴν πύκνωϲιν αὐτοῦ, κατ’ ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν ἴϲχυϲεν ἡ φύϲιϲ ἀπώϲαϲθαι τὸ περιττὸν ἐνταυθοῖ, εἰκὸϲ οὕτωϲ τούτοιϲ ἱδρῶταϲ γενέϲθαι.

Πᾶϲι πάντοθεν πολὺϲ πλάδοϲ.

Τὴν περιττὴν ὑγρότητα πλάδον εἴωθεν ὀνομάζειν. ἐπεὶ τοίνυν ἄλλοιϲ ἄλλωϲ, τιϲὶ δὲ καὶ πολυειδῶϲ ἐξεκενοῦτο τὰ ϲυνειλεγμένα χρόνῳ πολλῷ τῶν ὑγρῶν, διὰ τοῦτο εἰκότωϲ ἔφη· πᾶϲι πάντοθεν πολὺϲ πλάδοϲ.

Ἐγίνετο δὲ ταῦτα πολλοῖϲιν ὀρ- θοϲτάδην ἀπύροιϲι, πολλοῖϲι δὲ πυρετοί, περὶ ὧν γε- γράψεται.

Ὅϲοιϲ μὲν ἔφθαϲε τὸ ἠθροιϲμένον πλῆθοϲ ἤ τοι χολῶδεϲ ἢ ἀλλοιῶδεϲ ὑπάρχον ὅλωϲ εὐδιάφθαρτον εἰϲ ϲηπεδόνα πυρετώδη μετα- βαλεῖν, ἐπύρεξαν οὗτοι παραχρῆμα. τινὲϲ δ’ ὀρθοϲτάδην ἄπυροι περιῇϲαν πρότερον, εἶτ’ εἰϲ τοὺϲ πυρετοὺϲ ἠνέχθηϲαν.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download