Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶϲιν ἀτάκτωϲ καὶ πεπλα- νημένωϲ ἐγίνετο, ἐλάχιϲτα δὲ καὶ ἥκιϲτα τούτοιϲιν.

Εἰ μὴ προϲέγραψεν αὐτόϲ, ὅπωϲ οἱ τότε γενόμενοι πυρετοὶ παροξυνάμενοι πᾶϲι τριταιοφυέα τρόπον τοὺϲ παροξυϲμοὺϲ ἐποι- οῦντο, μεγάλην ἂν ἡμῖν ἀπορίαν ὑπέλιπε ζητοῦϲιν εὑρεῖν, τίναϲ ὀνο- μάζει τριταιοφυεῖϲ. ἐπεὶ δ’ αὐτὸϲ εἶπε τὸν τρόπον τῶν τριταιο- φυῶν, οὐκέτι περὶ πράγματόϲ ἐϲτιν ἡ ζήτηϲιϲ, ἀλλὰ περὶ τοῦ ϲη- μαινομένου πρὸϲ τοῦ τριταιοφυὴϲ ὀνόματοϲ. ἐπιϲυνάπτεται δὲ τούτῳ καὶ τὸ περὶ τοῦ τριταίου τε καὶ ἡμιτριταίου καὶ τῆϲ ἑκατέρων διαφορᾶϲ, ἀκριβοῦϲ τριταίου καὶ οὐκ ἀκριβοῦϲ, ἀλλ’ ἤτοι βραχύ τι παραυξηθέντοϲ ἢ πλέον ἢ ἐπὶ πλεῖϲτον, ἄχρι τε πόϲου τούτων ἕκα- ϲτοϲ ἐκτείνεται καὶ τίϲ μὲν ὁ μέγαϲ ἡμιτριταῖόϲ ἐϲτι, τίϲ δ’ ὁ μέϲοϲ, τίϲ δ’ ὁ μικρόϲ. Ἀγαθίνῳ γοῦν ὅλον βιβλίον γέγραπται, τοῦ Περὶ πυρετῶν τὸ πρῶτον περὶ ἡμιτριταίων, τὸ ϲημαινόμενον νῦν ὑπὸ τῆϲ προϲηγορίαϲ ταύτηϲ ἐπεξηγουμένῳ. ἐὰν δὲ καὶ τὰ τοῖϲ μεθοδικοῖϲ γεγραμμένα περὶ αὐτοῦ διέρχωμαι νῦν ἢ τὰ μετὰ ταῦτα ὑπ’ Ἀρχι- γένουϲ οὐχ ἅπαξ, ἀλλὰ πλεονάκιϲ ἐν πλείοϲι πραγματείαιϲ εἰρημένα, μετὰ τοῦ καὶ διακρίνειν, ὅϲα καλῶϲ ἢ μὴ καλῶϲ εἰρήκαϲι, τρία μοι νομίζω βιβλία πληρωθήϲεϲθαι. τό γε μὴν εἰϲ τὰ τῆϲ τέχνηϲ ἔργα χρή- ϲιμον εἴρηται μὲν ἤδη κἀν τοῖϲ Περὶ κρίϲεων καὶ τοῖϲ Περὶ τῶν πυρετῶν διαφορᾶϲ· εἰϲ δὲ τὰ παρόντα βέλτιόν ἐϲτι ϲυνάψαι τὸ λε- λεγμένον εἶδοϲ τοῦ πυρετοῦ τῇ καταϲτάϲει. φηϲὶν οὖν αὐτὸϲ τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν παροξύνεϲθαι, τῇ δὲ ἑτέρᾳ ὑποκουφίζε- ϲθαι. μετὰ γὰρ τῆϲ ὑπὸ προθέϲεωϲ γράψαντοϲ αὐτοῦ τὸ ῥῆμα καὶ ἡμᾶϲ ἀκούειν προϲῆκον ἕτερόν τι ϲημαινόμενον ἐκ τῆϲ ϲυνθέτου φω- νῆϲ παρὰ τὴν ἁπλῆν. τὸ μὲν γὰρ κουφίζεϲθαι δύναιτ’ ἄν τιϲ ἀκούειν [τὴν] ἀξιόλογον ἔνδοϲιν ϲημαίνειν τοῦ πυρετοῦ, τὸ δ’ ὑπο- κουφίζεϲθαι μετριωτέραν. οὐ μὴν διωριϲμένωϲ γε καὶ ϲαφῶϲ ἐδή- λωϲεν, εἴτε παρωξύνοντο τῇ ἑτέρᾳ τῶν ἡμερῶν οἱ οὕτω πυρέ- ξαντεϲ ἕτερον παροξυϲμὸν ἐλάττονα τοῦ κατὰ τὴν προτεραίαν, εἴτε καὶ διαμένων ἐκεῖνοϲ ἐκουφίζετο κατὰ τὴν δευτέραν. δοκεῖ γοῦν ἐμοὶ μᾶλλον ἐμφαίνειν ἡ λέξιϲ ἕνα γενέϲθαι τὸν διὰ τρίτηϲ παροξυ-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download