Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ϲμόν, ὑποκουφίζοντα κατὰ τὴν ὑϲτεραίαν. λέγει δὲ καὶ ῥίγη γενέϲθαι τούτοιϲ πεπλανημένωϲ, ὅπερ ϲημαίνει τὸ μὴ καθ’ ἕκαϲτον παροξυϲμόν, ἀλλ’ ἐνίοτε, καὶ ταῦτα ϲμικρά, οὕτωϲ δὲ καὶ ἱδρῶταϲ ὀλίγουϲ, ἀλλὰ καὶ ψῦξιν ἀκρέων δυϲεκθερμάντων, ἐξ ὧν ἁπάντων δῆλόν ἐϲτιν ὠμῶν καὶ φλεγματικῶν χυμῶν ϲηπομέ- νων γίνεϲθαι τὸν τοιοῦτον πυρετόν, ἐπιμεμειγμένηϲ αὐτοῖϲ ξανθῆϲ χολῆϲ. ὁ μὲν οὖν ἐπὶ μόνῃ τῇ τοιαύτῃ χολῇ ϲυνιϲτάμενοϲ ὀνομάζεται τριταῖοϲ, ὁ δὲ καὶ τὸν ὠμὸν χυμὸν ἰϲοϲθενῆ προϲλαβὼν ἀκριβὴϲ ἡμι- τριταῖοϲ γίνεται, πλεῖϲτοϲ ἐν Ῥώμῃ γινόμενοϲ, ὡϲ ἂν πᾶϲι τοῖϲ διαιτήμαϲι τῶν κατὰ ταύτην τὴν πόλιν ἀνθρώπων οἰκειότατοϲ ὤν. αὐτὸϲ μὲν οὖν φρικώδηϲ τ’ ἐϲτὶ καὶ μετὰ τῶν καλουμένων ἀναδιπλώ- ϲεων γίνεται, παροξυνόμενοϲ οὐ μόνον τῇ προτέρᾳ τῶν ἡμερῶν, ἀλλὰ καὶ τῇ μετὰ ταύτην ἐλάϲϲονά τε τοῦ προγεγενημένου παροξυϲμὸν ἧττόν τε φρικώδη καὶ τὴν ἐπανάληψιν ἤτοι γ’ ἧττον ἢ οὐδ’ ὅλωϲ ἔχοντα. νυνὶ δὲ περὶ τοῦ διὰ τρίτηϲ μὲν γινομένου, κουφίζοντοϲ δὲ κατὰ [ταῦτα] τὴν ἑτέραν ἡμέραν ὁ λόγοϲ ἐϲτίν, ὃϲ δόξει εἶναι ἐγγυτέρω τῆϲ τοῦ ἐπιπαροξυνομένου τριταίου φύϲεωϲ, πλέον ἀπο- κεχωρηκὼϲ τοῦ ἡμιτριταίου. μεγάλη γὰρ ἀπόϲταϲιϲ τό τε μὴ παροξύ- νεϲθαι τῇ ἑτέρᾳ τῶν ἡμερῶν καὶ τὸ χωρὶϲ ἀναδιπλώϲεωϲ γίνεϲθαι. καὶ τό γε μὴν ϲμικρὸν ῥῖγοϲ ἐγγύϲ ἐϲτι τῇ φρίκῃ. καίτοι οὐδὲ τοῦτο ϲυνειϲβαλεῖν εἰϲαεὶ τοῖϲ παροξυϲμοῖϲ εἶπεν, ἀλλὰ πεπλανη- μένωϲ, εἰ μή τι ἄρα τὸ πεπλανημένωϲ ἐπὶ μὲν τῶν ἄλλων πυρετῶν εἶπεν, ἐπὶ δὲ τῶν τριταιοφυῶν οὐκ εἶπεν. ἐλάχιϲτα δὲ καὶ ἥκιϲτα ῥίγη γενέϲθαι τούτοιϲ εἰπὼν τὴν φρίκην μι- κρὰν μὲν ἐδήλωϲεν, οὐκ ἀφείλετο δὲ τελέωϲ αὐτὰ τῶν παροξυϲμῶν. ὅπωϲ δ’ ἄν ϲοι δοκῇ περὶ τούτων, πρόδηλον τοῦτό γε τοϲοῦτόν ἐϲτιν, ὅτι οὗτοϲ ὁ πυρετὸϲ εἰκότωϲ εἴρηται τριταιοφυήϲ. οὔτε γὰρ ἡμι- τριταῖόϲ ἐϲτιν, ὡϲ ἂν μήτε τῇ δευτέρᾳ παροξυνόμενοϲ ἀναδιπλώϲειϲ τε μὴ ποιούμενοϲ, οὔτε παρεκτεταμένοϲ τριταῖοϲ, εἴ γε μηδ’ ὅλωϲ εἰϲ ἀπυρεξίαν τελευτᾷ. δίκαιον οὖν ἦν αὐτῷ τινα προϲηγορίαν παρα- κειμένην ταῖϲ προειρημέναιϲ προϲειπεῖν. ἦν δ’ ὑπόλοιποϲ εἰπεῖν οὐκέτ’ οὐδεμία παρὰ τὴν τοῦ τριταιοφυοῦϲ. τό γε μὴν ἐν κριϲίμοιϲ ὡϲ ἐπὶ τὸ πολὺ κακοῦϲθαι τριταιοφυῶν ἴδιον, οὐ κοινὸν ἁπάντων ἐϲτίν. ἐμάθομεν δ’ ἐν τοῖϲ Περὶ κριϲίμων ἡμερῶν τοῖϲ κα- κοήθεϲι νοϲήμαϲι τοῦτο γινόμενον.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download