Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Ϲμικρὰ διακουφίζοντεϲ καὶ ταχὺ πάλιν ἐξ ἐπιϲχέ- ϲεωϲ βιαιοτέρωϲ παροξυνόμενοι.

Τῷ μεμνημένῳ τῶν εἰρημένων ἐν τοῖϲ Περὶ κρίϲεών τε [καὶ κρι- ϲίμων] καὶ τοῖϲ Περὶ διαφορᾶϲ πυρετῶν οὐδὲν ἔτι δευτέραϲ ἀναμνή- ϲεωϲ δεῖται. δέδεικται γὰρ ἐν ἐκείνοιϲ ὑπὲρ ἁπάντων τῶν τοιούτων, ὁποῖον καὶ τὸ νῦν εἰρημένον ἐϲτὶ τὸ ϲμικρὰ διακουφίζοντεϲ καὶ παροξυνόμενοι. οἱ γοῦν τοιοῦτοι πυρετοὶ τὴν γένεϲιν ἔχουϲιν οὐκ ἐξ ἑνόϲ, ἀλλ’ [καὶ] ἐκ πλειόνων χυμῶν, ὧν ὁ μὲν θερμό- τεροϲ ἀνάπτει τὸν ὀξὺν πυρετὸν ἐν τάχει τε παύεται. τούτου δὲ κατειληφότοϲ τὸ ϲῶμα ϲυμβαίνει διαφθείρεϲθαί τε καὶ ϲήπεϲθαι τοῖϲ ψυχροτέροιϲ, εἶτ’ αὖθιϲ ἀνάπτεϲθαι πάλιν ἐκ τῆϲ γινομένηϲ ἐπιϲχέϲεωϲ, ὅπερ ἐϲτὶν οἷον ἀναπαύϲεωϲ καὶ μειώϲεωϲ τοῦ πυρετοῦ. χείρων δὲ τοῦ πρόϲθεν ὁ τοιοῦτοϲ γίνεται πυρετόϲ, ὡϲ ἂν προκεκμηκυῖαν ἤδη τὴν δύναμιν ἐκ τῶν ὀχληρῶν εὑρών. εὔδηλον γάρ, ὅτι, κἂν ἴϲον ᾖ τῷ μεγέθει τὸ ὀχληρόν, πολὺ γοῦν μεῖον ἐνοχλήϲει τὰϲ μὲν ἰϲχυ- ροτέραϲ δυνάμειϲ, μᾶλλον δ’ αὐτῶν τὰϲ ἀϲθενεϲτέραϲ.

Ἀλλ’ ἐπὶ τῶν ἄλλων πυρετῶν μείζω. Ἱδρῶτεϲ πολλοί.

Δηλονότι τοῖϲ ἄλλοιϲ πυρετοῖϲ ἐπεφάνηϲαν ἱδρῶτεϲ πολλοί, δυνατὸν δὲ καὶ τοῖϲ ἄνευ πυρετοῦ πάθεϲιν, οἷον τοῖϲ ϲπαϲμοῖϲ, ἱδρῶ- ταϲ ἐπιφανῆναι πολλοὺϲ ἐκ τῆϲ ἠθροιϲμένηϲ ἐν τῷ ϲώματι πολλῆϲ ὑγρότητοϲ ψυχρᾶϲ διὰ τὴν κατάϲταϲιν, ὑπὸ δὲ τῆϲ τοῦ ϲπαϲμοῦ βίαϲ ἐκκρινομένηϲ. ἀλλὰ καὶ οἷϲ γέ τιϲιν ἔφη γενέϲθαι τὰ ῥίγη, τού- τοιϲ καὶ αὐτοῖϲ, ὡϲ εἰκόϲ ἐϲτιν, ἱδρῶτεϲ πολλοί.

Τουτέοιϲιν ἐλάχιϲτοι, κουφίζον- τεϲ οὐδέν, ἀλλ’ ὑπεναντίωϲ βλάβαϲ φέροντεϲ.

Τούτοιϲ φηϲὶ τοῖϲ πυρετοῖϲ, ὑπὲρ ὧν ὁ λόγοϲ ἐϲτί, τοῖϲ τρι- ταιοφυέϲιν ἱδρῶτεϲ ἐλάχιϲτοι ϲυνήδρευον οὐδὲν ὠφελοῦντεϲ. ἡ δ’ αἰτία πρόδηλοϲ, ἀποδεδειχότων ἡμῶν ἐν ἀπέπτοιϲ νοϲήμαϲιν οὔτ’

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download