Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

παρὰ τὰς ἄλλας γενομένων. τὸ δὲ προσθεμένη μετὰ μὲν τοῦ “βάλανον” ὅταν τύχῃ γεγραμμένον, εὔδηλον ἔχει τὸ σημαινόμενον, ἄνευ δὲ τῆς προσθήκης ἤτοι γ' ὑπακοῦσαι χρὴ τὸ “βάλανον” ἢ, ὥς τινες βούλονται, πεσσόν, παρηγορικὸν δηλονότι καὶ ἀφλέγμαντον. ἐκεῖνό γε μὴν ἐπὶ πασῶν γυναικῶν, ὧν ἐπεσχέθη μετὰ τόκον ἡ κάθαρ- σις, ἐπίστασθαί τε καὶ μεμνῆσθαι προσῆκον, ὥς τινες μὲν ἐσχάτως ἐκινδύνευσαν [ἢ] ἀποθανεῖν, ὀλίγαι δὲ πάνυ μετρίως ἠνωχλήθησαν, ἐπεὶ ταῖς πλείσταις μὲν ἡ μήτρα φλεγμαίνει, τισὶ δὲ καὶ τὸ παρ' αὐτῷ τῷ τόκῳ ῥυὲν αἷμα κενωθὲν διάφορόν ἐστι κατὰ τὴν ποιότητα, ταῖς μὲν πικρόχολον ἢ μελαγχολικόν, ταῖς δὲ ἰῶδες ἢ φλεγματικὸν ἢ με- τρίως χρηστόν, ἄμεμπτον δὲ τελέως οὐδέποτε. δεδαπάνηται γὰρ ἐξ αὐτοῦ τὸ κάλλιστον εἰς τροφὴν τοῦ κυηθέντος. ἐνδείκνυται δ' αὐτοῦ τὴν φύσιν καὶ τὰ γενόμενα συμπτώματα κατὰ τὴν ἐπίσχεσιν τῆς λοχείου καθάρσεως, ὥσπερ καὶ νῦν ἐπὶ τῆς προκειμένης ἐν τῷ λόγῳ τὸ μὲν ῥῖγος καὶ ὁ πυρετὸς ὀξὺς ἥ τε δίψα καὶ ὁ χολώδης περίρρους καὶ ἡ παραφροσύνη καὶ ἡ ἀγρυπνία χολώδους εἰσὶ πλεονάζοντος χυμοῦ γνωρίσματα, σπασμοὶ δὲ καὶ παλμοὶ καὶ τῷ [οἷον] τῶν ὑποζυγίων ἐοικὸς οὖρον ὠμοῦ καὶ παχέος. αὗται δή εἰσιν ὄντως κάκισται τῶν νόσων, ἐν αἷς ἀμφότεροι πλεονάζουσιν οἱ εἰρημένοι χυμοί, καὶ τὸν ἡμιτριταῖον ἐπί γε τούτοις ἐδείκνυμεν ἐπι- γίνεσθαι. τοῦ μὲν οὖν ἐπισφαλῶς νοσῆσαι τὴν γυναῖκα ταῦτα ἦν αἴτια. πότερον δὲ διαφεύξεται τὴν νόσον ἢ τεθνήξεται, τά τε συμπτώματα καὶ σημεῖα τὰ κατ' ἀρχὰς εὐθέως ἐξηγεῖσθαι δύναται. προσέχωμεν οὖν αὐτοῖς ἕνεκα γυμνασίας· τῇ πρώτῃ τῶν ἡμερῶν, ἥτις ἦν τεσσαρες- καιδεκάτη μετὰ τόκον, πῦρ, φησίν, ἔλαβε τὴν ἄνθρωπον μετὰ ῥίγους. ἴσμεν δ' ὅτι πῦρ ὀνομάζει τὸν πυρωδέστατον πυρετόν, ἀλλ' οὔπω τοῦτό γε πάντως ὀλέθριον, ὥσπερ οὐδὲ τὸ καρδιαλγέειν, ὅπερ ἐστὶ τὸ στόμα τῆς κοιλίας ὀδυνᾶσθαι, ὡσαύτως οὐδὲ τὰ γυναι- κεῖα μόρια, καθάπερ οὐχ ὅτι τὸ δεξιὸν ὑποχόνδριον, ἀλλὰ καὶ ὕπνοι, φησίν, οὐκ ἐνῆσαν. αὔξεται μὲν οὖν ἡ διάγνωσις ἐκ τού- των ἁπάντων τῆς τοῦ νοσήματος κακίας, οὐ μὴν ὅτι γε πάντως ἐπ' αὐτοῖς τεθνήξεται δῆλον ἡμῖν, καθάπερ οὐδ' ὅτι διψώδης ἦν οὐδ' ὅτι τὰ οὖρα λεπτὰ καὶ ἄχροα. χρόνου μὲν γὰρ εἰς πέψιν δεῖται τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθριά γε πάντως ἐστίν. ἀλλὰ καὶ ἄκρεα, φησί, ψυχρά. τοῦτο μὲν ἤδη τῶν ἐσχάτως ὀλεθρίων ἐστὶν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download