Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ἄκρεα οὐκέτ’ ἀναθερμαινόμενα, ἀλλὰ πελιδνά, ὑπόψυ- χρα, οὐδ’ ἐδίψων ἔτι ἐπὶ τούτοιϲιν· οὖρα μέλανα, λεπτά, ὀλίγα καὶ κοιλίαι ἐφίϲταντο· οὐδ’ ᾑμορράγηϲεν ἐκ ῥινῶν οὐδενί, οἷϲι ταῦτα ϲυμπίπτοι, ἀλλὰ ϲμικρὰ ἔϲταξεν· οὐδ’ ἐϲ ὑποϲτροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ’ ἑκταῖοι ἀπέ- θνῃϲκον ϲὺν ἱδρῶτι.

Ὥϲπερ ἅπαντα τὰ κατὰ τοῦτο τὸ ϲύγγραμμα τῶν καθόλου λεγο- μένων αὐτῷ δι’ ἑτέρων βιβλίων παραδείγματά ἐϲτι τὴν ἐξέταϲιν ἐν τοῖϲ καθ’ ἕκαϲτον λαμβάνοντι δι’ αὐτοψίαϲ, κατὰ τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ νῦν λεγόμενα. τοῖϲ γὰρ ὀλεθρίοιϲ καύϲοιϲ γενέ- ϲθαι ϲυμπτώματά φηϲι κατ’ ἀρχὰϲ ἐπιρριγοῦνταϲ καὶ ἀγρυ- πνοῦνταϲ καὶ ἀϲώδειϲ καὶ ἀδημονοῦνταϲ καὶ ἐφιδροῦν- ταϲ μικρὰ περὶ μέτωπον καὶ κλεῖδαϲ. τὸ μὲν γὰρ ὀξύν τε τὸν πυρετὸν αὐτοῖϲ εἶναι καὶ δίψοϲ παρεῖναι τῆϲ τοῦ πάθουϲ φύ- ϲεωϲ ἴδια, καὶ ταῦτα τῆϲ κακοηθείαϲ ἴδια, τό τε ῥιγοῦν εὐθέωϲ ἐν ἀρχῇ. καὶ γὰρ κρίνειν εἴωθε τοὺϲ καυϲώδειϲ πυρετοὺϲ τὸ ῥῖγοϲ, οὐ μὴν αὐτίκα γ’ ἐπιφαίνεϲθαι χρὴ τὰ κρίϲιμα. τὸ δὲ τῆϲ ἀγρυπνίαϲ καὶ τῆϲ ἀδημονίαϲ ϲύμπτωμα διὰ παντόϲ ἐϲτι μοχθη- ρόν, οὐ κατὰ μόνην τὴν ἀρχήν, ὥϲπερ γε καὶ τὸ ἐφιδροῦν. τὸ δὲ παραλέγειν, ὅπερ ἐϲτὶ παρὰ τὰ κατὰ φύϲιν λέγειν, τουτέϲτι παραφρονεῖν, βεβλαμμένον δηλοῖ τὸν ἐγκέφαλον ***. οἵ γε μὴν φόβοι δριμείαϲ ἱκανῶϲ καὶ κατωπτημένηϲ τῆϲ ξανθῆϲ χολῆϲ εἰϲι ϲυμ- πτώματα. ϲυγγενεῖϲ δὲ τοῖϲ φόβοιϲ εἰϲὶ καὶ αἱ δυϲθυμίαι. ἡ δὲ τῶν ἄκρων περίψυξιϲ ὀλεθριώτατον καύϲοιϲ ἐϲτὶ ϲύμ- πτωμά τε καὶ ϲημεῖον, ὥϲπερ γε καὶ τὸ παρανοῆϲαι, διὰ τὴν τοῦ πυρετοῦ θερμαϲίαν ἐκπυρουμένηϲ τῆϲ κεφαλῆϲ. ἴδιον δ’ ἐϲτὶ καὶ οἰκεῖον ὀξέων πυρετῶν καὶ τὸ διακαίεϲθαι τοῖϲ ἄκροιϲ τοῦ ϲώματοϲ μέρεϲιν. ἐάν ποτ’ οὖν καταψύχηται ταῦτα, διακαιομένων τῶν περὶ τὰ ϲπλάγχνα χωρίων, ἐν μὲν τοῖϲ μέϲοιϲ τοῦ ϲώματοϲ ἠθροῖϲθαι δη- λοῦται τὸ αἷμα, τὰ δ’ ἄκρα λειφαιμεῖν τε καὶ καταψύχεϲθαι καὶ νεκροῦϲθαι τελέωϲ, ἀπολιπούϲηϲ ἤδη τῆϲ φύϲεωϲ αὐτά. καὶ μὴν καὶ [εἰ] οἱ παροξυϲμοὶ κατὰ τὰϲ ἀρτίουϲ ἡμέραϲ γιγνόμενοι κατ’ ἀρ- χὴν εὐθέωϲ ἐνίοτε μὲν ἑκταίαν προδηλοῦϲιν ἔϲεϲθαι τὴν κακίϲτην

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download