Digital Corpus for Graeco-Arabic Studies

Galen: De Victu Attenuante (The Thinning Diet)

Kalbfleisch 1898

προσέτι λιβυστικοῦ καὶ σίνωνος καὶ ἄμμεώς τε καὶ σεσέλεως καὶ δαύκου καὶ τορδύλου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς ἁρμόζει τοῖς λεπτυνούσῃ διαίτῃ χρωμένοις. ἔνια δὲ τῶν τοιούτων οὕτως ἐστὶν ἰσχυρὰ ταῖς δυνάμεσιν ὥστ’ οὐδὲν ἀπολείπεται τῶν γενναιοτάτων φαρμάκων, ὁποῖόν τι καὶ τὸ τοῦ πηγάνου σπέρμα τετύχηκεν ὄν, ἰσχυρὸν ἐν τοῖς μάλιστα καὶ λεπτυντικὸν ἱκανῶς· οὕτω δὲ καὶ 〈τὸ〉 τῆς λύγου σπέρμα καὶ τὸ τῆς καννάβεως οὐ φαρμακῶδες μόνον ἀλλὰ καὶ κεφαλαλγές· καὶ χρήσαιτ’ ἄν τις αὐτοῖς εἰς ἓν μόνον ἐπιτηδείως, ἐπειδὰν δι’ οὔρων καθᾶραι τὸ αἷμα προαιρῆται. ἀλλὰ γὰρ οὐ περὶ φαρμάκων πρόκειται λέγειν ὅτι μὴ πάρεργον, ὥστ’ οὐ χρὴ μηκύνειν ἐν τούτοις.

Ἀλλ’ αὖθις ἐπὶ τὸ τῶν ἄλλων σπερμάτων ἐπάνειμι γένος, ἃ δὴ καὶ Δημήτριά τινες ὀνομάζουσι· συνηθεστέρα μέντοι κλῆσίς ἐστι τοῖς Ἕλλησιν ἐπὶ τοῦ γένους αὐτῶν ἅπαντος ἡ τῶν ὀσπρίων· ἔνιοι μέντοι χεδροπὰ ταῦτα καλοῦσιν· εἰσὶ δ’ οἳ τὸ μὲν σύμπαν γένος ὄσπρια, μόνα δ’ ἐξ αὐτῶν ὅσα τῇ χειρὶ δρέπονται, χεδροπὰ προσαγορεύουσι, τὰ δ’ ἄλλα πάντα τὰ διὰ τῶν δρεπάνων θεριζόμενα σῖτον· ἔνιοι δὲ τὸν πυρὸν μόνον σῖτον· οἱ δὲ καὶ τὰς κριθὰς αὐτῷ προστιθέασιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῆς τῶν ὀσπρίων δυνάμεως ἐφεξῆς ἐγὼ διηγήσομαι.

Work

Title: Galen: De Victu Attenuante
English: The Thinning Diet
Original: Περὶ λεπτονούσης διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni De victu attenuante liber

Published: 1898

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-37

Publisher: B. G. Teubner, Leipzig

Download