Introductio Seu Medicus (Introduction)
Kühn 1827
ἔστι δὲ παρὰ τὰς ἐν χειρουργίαις τέσσαρας κοινότητας
καὶ τὸ λεγόμενον προφυλακτικὸν εἶδος, ὃ καὶ αὐτὸ εἰς κοινότητα
τάττεται ἐπὶ τῶν δηλητηρίων καὶ τοξικῶν καὶ ἰοβόλων
πάντων καὶ δακετῶν πτηνῶν τε καὶ χερσαίων καὶ ἐνύδρων.
κοινὸν γὰρ πάντων γένος τὸ εἶναι τὰ φθοροποιὰ,
οὐχ ὑπαγόμενα τῷ στεγνῷ ἢ ῥοώδει, ἀλλὰ ἕτερον
παρὰ ταῦτα τὸ γένος· διὸ καὶ ἡ θεραπευτικὴ αὐτῶν κοινότης
ἑτέρα παρ᾿ ἐκείνην, ἡ προφυλακτικὴ λεγομένη. χαρακτηρίζει
οὖν καὶ τὴν μεθοδικὴν αἵρεσιν πρῶτον μὲν ἡ
τοῦ ὁμοίου θεωρία ἐπὶ τῶν φαινομένων, ἀλλ᾿ οὐκ ἐπὶ τῶν
ἀδήλων, ὡς ἐν τῇ λογικῇ αἱρέσει. ταύτῃ γὰρ καὶ διορίζεται,
ἐπεὶ καὶ ἐν ἐκείνῃ ἐστὶν ἡ τοῦ ὁμοίου θεωρία, ἀλλὰ
ἐπὶ τῶν ἀδήλων. δεύτερον ὅτι ἐκ τοῦ ἐν τοῖς φαινομένοις
ὁμοίου ἀνάγει εἰς τὰ καθόλου πάντα τὰ ἐπὶ μέρους, τά
τε πάθη καὶ τὰ βοηθήματα καὶ τοὺς καιρούς. ἀλλ᾿ οὐχ ὡς
οἱ ἐμπειρικοὶ τοῖς φαινομένοις μόνον προσέχουσιν· ἵστανται
δὲ ἐν τοῖς ἐπὶ μέρους καὶ οὐδὲν καθολικὸν ἴσασιν. τρίτον
Work
Title: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 674-797
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_005.xml [243 Kb]