Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

σπληνὸς καὶ πνεύμονος τὴν σύστασιν. τὰ δὲ ὀστέα οὐδὲ παρέγχυμα τῆς τροφῆς δύναιτ᾿ ἂν λέγειν, οὐδ᾿ ἐκ τῶν προειρημένων τριγενῶν ἀγγείων πεπλέχθαι. κατὰ δὲ Ἀσκληπιάδην στοιχεῖα ἀνθρώπου, ὄγκοι θραυστοὶ καὶ πόροι. κατὰ δὲ τὸν Ἀθήναιον στοιχεῖα ἀνθρώπου οὐ τὰ τέσσαρα πρῶτα σώματα, πῦρ καὶ ἀὴρ καἰ ὕδωρ καὶ γῆ, ἀλλ᾿ αἱ ποιότητες αὐτῶν, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ὧν δύο μὲν τὰ ποιητικὰ αἴτια ὑποτίθεται, τὸ θερμὸν καὶ τὸ ψυχρὸν, δύο δὲ τὰ ὑλικὰ, τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, καὶ πέμπτον παρεισάγει κατὰ τοὺς Στωϊκοὺς τὸ διῆκον διὰ πάντων πνεῦμα, ὑφ᾿ οὗ τὰ πάντα συνέχεσθαι καὶ διοικεῖσθαι. Ἱπποκράτης μὲν οὖν διὰ τριῶν κεχώρηκεν, εἰπὼν στοιχεῖα ἀνθρώπου ἴσχοντα, ἰσχόμενα, ἐνορμῶντα, δι᾿ ὧν τὰ πάντα τῶν μετ᾿ αὐτὸν περιείληφε στοιχεῖα καὶ τὴν κατὰ στοιχείων φυσιολογίαν τε καὶ αἰτιολογίαν τῶν παρὰ φύσιν· οἱ δὲ μετ᾿ αὐτὸν οὐκ οἶδ᾿ ὅπως μίαν οὖσαν τὴν θείαν ταύτην καὶ ἀληθῶς Ἀσκληπιοῦ ἰατρικὴν τριχῇ διανειμάμενοι καὶ διασπάσαντες τὰ ἐν αὐτῇ συμφυῆ μέρη, οἱ μὲν μόνοις 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download