Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἄνωθεν δὲ τὸ ὑπὸ τὸν τράχηλον πᾶν, ἐκ τῶν ἔμπροσθεν μέχρι λαγόνων, θώραξ καλεῖται. τούτου δὲ τὸ μὲν ὑπὸ τὰς κλεῖδας ἀμφοτέρωθεν καὶ τὰς χεῖρας, αἱ πλευραὶ, ἐξ ὧν καὶ πλευρὸν ἑκάτερον λέγεται, τὸ δὲ μεταξὺ τούτων στῆθος. καὶ τὸ μεσαίτατον αὐτοῦ στέρνον, μέχρι τοῦ χόνδρου, ὑφ᾿ ὃν τὸ στόμα τῆς κοιλίας· ὁ δὲ τόπος οὕτως καὶ ἔξωθεν λέγεται. ἐντεῦθεν δὲ τὸ ἐπιγάστριον ἀνέρχεται. τὰ δὲ ὑπὸ στόμα τῆς κοιλίας· κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν εἰκότως ὑποχόνδρια καλεῖται, ἐπεὶ κατὰ τὴν εὐθύτητα ὑπὸ τὸν χόνδρον ἐστὶ, ὡσανεὶ μετὰ τοῦτον. εἰσὶ δὲ μύες ἡπλωμένοι καὶ ὑπεστρωμένοι τῷ περιτοναίῳ, ἔξωθεν δὲ σκεπόμενοι τῷ δέρματι. ὁμωνύμως δὲ τούτοις καὶ τὰ ἔνδοθεν σπλάγχνα ὑποχόνδρια καλεῖται, ἐπειδὴ καὶ αὐτὰ ὑπὸ τοὺς χόνδρους ἐστὶ τῶν νόθων πλευρῶν καὶ οἷον ἐντὸς αὐτῶν. τὰ δὲ ἐκτὸς μέσα, τὰ κυρίως λεγόμενα ὑποχόνδρια, τὸ μὲν ἔμπροσθεν τῶν λαγόνων περιέχον τὸ ὑποχόνδριον, ἐπιγάστριον, τὸ δὲ ἑκατέρωθεν κενεών. τὸ δὲ μεσαίτατον τοῦ λαγόνος ὀμφαλός. τὸ δὲ ὑπὸ τοῦτον ἴτρον. εἶτα τὸ ἐφήβαιον, ὃ καὶ ἐπίσειον καλεῖται.

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download