Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

συγχρώμεναι τούτῳ καὶ οἷον διαβάθρα κουφιζόμεναι περαιοῦνται καὶ οὕτως ἐπὶ πάσας τὰς ἕλικας τῆς νήστεως ἐοικυίας βδέλλαις, ἀνεστομωμέναι εἰς τὴν νῆστιν, πᾶσαν δέχονται τὴν ἐν αὐτῷ κεχυλωμένην τροφήν. ἅμα δὲ τῷ δέξασθαι εὐθὺς ἐξαιματοῦσιν αὐτὴν χυλὸν ὄντα τὸ πρόσθεν, μέχρις ὅτε ἐν τῇ νήστει ἐστί. οὐδὲ γὰρ ἑτέρωθεν αἵματος ἀγγεῖον, οὔτε φλέγματος, ἢ ἄλλου τινὸς εἶναι περιεκτικὸν, ὁ τῆς φύσεως νόμος διαγορεύει. πάλιν οὖν διὰ τοῦ μεσαραίου αἱ φλέβες αὗται ἐδέξαντο, δύο γενόμεναι ἐκ πολλῶν ἐμβάλλουσιν εἰς τὸ ἧπαρ κατὰ τὰς λεγομένας αὐτοῦ πύλας. ἐν δὲ τῷ ἥπατι ἐξαιματουμένης τῆς τροφῆς, ὁμοῦ διακρίνεται ἕκαστον τῶν περιττωμάτων. καὶ ἡ μὲν ξανθὴ χολὴ ἐπὶ κύστιν τὴν ἐν τῷ ἥπατι φέρεται. ἡ δὲ μέλαινα ἐπὶ σπλῆνα. ἀπὸ δὲ ἥπατος ἐξαιματωθεῖσα ἡ τροφὴ εἰς τὴν δεξιὰν ἀναδίδοται τῆς καρδίας κοιλίαν. ἀπὸ δὲ τῆς καρδίας, διὰ μὲν τῶν σφαγιτίδων, ἐπὶ τὰ ἄνω τὸ αἷμα ἀναδίδοται. διὰ δὲ τῆς κοίλης φλεβὸς, ἐπὶ πάντα τοῦ σώματος τὰ μέρη. ἀπὸ γοῦν τῆς κοίλης φλεβὸς διακρινομένου τοῦ ἐῤῥώδους 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download