Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

αἰτία μέλαινα χολὴ, ψυχρότερος χυμὸς καὶ ζοφώδης. διὸ ζοφοειδεῖς τέ εἰσι καὶ δύσθυμοι οἱ τοιοῦτοι. ὕποπτοι δὲ εἰς πάντα καὶ μισάνθρωποί τε καὶ ἐρημίαις χαίροντες, οἷος ὁ Βελλοροφόντης ἱστορεῖται. Ἤ τοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, Ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων. ἴασις δὲ διὰ καθάρσεως τῶν ἀπὸ κοιλίας καὶ μάλιστα ἡ δι᾿ ἐμέτων. ἐπὶ πᾶσι δὲ ἑλλέβορος ἑκάτερος λύσις. ὁ δὲ λήθαργος ἐναντίον πάθος ἐστὶ τῇ φρενίτιδι. καταφορὰ γάρ ἐστι βαθεῖα καὶ δυσανάκλιτος. οἱ κάμνοντες ἐπιλανθανόμενοι πάντων ὅσα λέγουσι. ταῦτα δὲ ἐν πυρετῷ αὐτοῖς συνεδρεύει. τόπος μὲν οὖν τοῦ πάθους ἡ κεφαλή. περὶ γὰρ μήνιγγας αὐτῆς συνίσταται. αἴτιον δὲ τούτου φλέγμα, χυμὸς ψυχρὸς, καὶ τῇ ψύξει καὶ τῇ ὑγρότητι εἰς ὕπνον αὐτοὺς κατάγον. θεραπεία δὲ ἁρμόδιος, ἡ ὑπεναντία τῇ φρενίτιδι, ἀνάτριψις τῶν ἄκρων, διά τινων δριμέων καὶ νυσσόντων, ὀσφραντῶν τε προσαγωγαὶ ἀνεγειρόντων. τροφαί τε ὁμοίως

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download