Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀνίατος· εἰ δὲ καὶ ἄνευ φλεγμονῆς γινόμενον ὕδερον καὶ μάλιστα τὸν ὑποσαρκίδιον τοῦ ἐμφύτου θερμοῦ καταψυχομένου καὶ οὐκ ἔτι κρατοῦντος τὴν ἐν τοῖς ἀγγείοις τροφὴν, διὸ καταψυχόμενον τὸ αἷμα ἐξυδαροῦται καὶ παραῤῥεῖ διὰ τῶν φλεβῶν, ὡς ἐκ τῶν ἀσκῶν, τὸ ἔλαιον διαπηδήσει. μέχρι μὲν γὰρ ἐν ταῖς φλεψὶν αἷμά ἐστιν, ἀκριβῶς ὑπὸ τοῦ σώματος τῶν φλεβῶν συνέχεται. ὅταν δὲ ἡ ἐν αὐτῷ λιπαρότης πλεονάσῃ, ὡς ἐπὶ τῶν πιμελῶν, παρεγχεόμενον τοῦτο πιμελὴν ποιεῖ. ἢ ἐξυδαρούμενον τὸ αἷμα, ἢ μὴ στεγνόμενον διαῤῥεῖ, ἢ εἰς τὸν μεταξὺ τόπον τῶν ἐντέρων καὶ τοῦ περιτοναίου, ἢ κατὰ πᾶν τὸ σῶμα. ἴασις δὲ τῶν δύο ἑτέρων ὑδρώπων, ἢ διὰ μαλαγμάτων ἀναξηραινόντων, ἢ διὰ φαρμάκων διουρητικῶν, ἢ διὰ καθαρτικῶν ὑπηλάτων. νεφροὶ δὲ πεπονθότες ἀλγήματα μὲν σφοδρὰ ἐπιφέρουσιν, δυσδιάκριτος δὲ ἐπ᾿ αὐτῶν ὁ πεπονθὼς τόπος διὰ τὸ συμπεφυκέναι αὐτὸν τοῖς ἔξωθεν σώμασι καὶ ἐπικεῖσθαι τὸ κῶλον αὐτοῖς· διὸ ἐν πυήσει γινόμενοι φαντασίαν παρέχουσι φλεγμονῆς, ἤ τοι περὶ τὰ ἐκτὸς ἢ κωλικῆς διαθέσεως. πολλάκις δὲ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download