Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

λέπρας δὲ διαφέρει τῷ λεῖον εἶναι καὶ μὴ τραχύνεσθαι τὸ δέρμα, ὡς ἐπὶ λέπρας. ῥύεται δὲ τούτων ἁπάντων τὰ φλεγμαγωγὰ φάρμακα καὶ τὰ ἔξωθεν σμήγματα.

[Περὶ συνθέσεως ἀρίστης καθαρσίου.] Συντίθεται δὲ ἡ πρὸς τὰ ἐντὸς φαρμακεία ἀπό τε ἀποφρακτικῶν καὶ τμητικῶν καὶ λεπτυντικῶν καὶ προοδοποιητικῶν καὶ προτρεπτικῶν καὶ καθαρτικῶν καὶ κολαστικῶν τῆς τῶν φαρμάκων κακίας, εὐστομάχων τε καὶ ἐφεκτικῶν τῆς ἀλόγου φορᾶς. ἀποφρακτικὰ μὲν οὖν ὅσα τοὺς πόρους ἀραιοῖ καὶ τὰ σώματα εὔροα ποιεῖ· τμητικὰ δὲ ὅσα τέμνει τοὺς χυμοὺς καὶ πέπτει τοὺς μὲν παχύνοντα, τοὺς δὲ λεπτύνοντα. προοδοποιητικὰ δὲ ὅσα προάγει καὶ προπέμπει τὰ φάρμακα εἰς ἃ βουλόμεθα μόρια, ὡς ἐπὶ μὲν τῶν ἧπαρ καθαίρειν βουλομένων, σάνδαλα· τῶν δὲ σπλῆνα, σκολοπένδριον· νεφροὺς δὲ καὶ ἰσχία, κενταύριόν τε καὶ θλάσπι· τὰ ὄπισθεν τῆς κεφαλῆς, παιωνία καὶ στοιχάς· τὰ ἐμπρόσθιά τε καὶ σάμψυχον καὶ τὰ τοιαῦτα· στήθη καὶ πνεύμονα καὶ θώρακα καὶ καρδίαν καὶ μετάφρενα καὶ ἔντερα, γλυκύῤῥιζον

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download