Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

καὶ στύραξ καὶ σπέρμα τήλεως· ἀμύγδαλά τε καὶ κρόκος καὶ σπέρμα λινοζώστεως καὶ τοὺς ἁρμοὺς καὶ τὰ ἄρθρα, ἑκάτερον ἑρμοδάκτυλον καὶ ἄλλοις ἄλλα, ἅπερ ἐκ τῶν εἰρημένων δεῖ συντεκμαίρεσθαι. προτρεπτικὰ δὲ ὅσα κινεῖ καὶ προτρέπει τὰ φάρμακα, ὡς μὲν ἀγαρικὸν, ἔρις, ῥέον δὲ Ἰνδικὸν, στάχυς· ἐντεριώνην δὲ κολοκυνθίδος, τραγάκανθα· σκαμμωνίαν δὲ, ἀλόη, ἢ χυλὸς κράμβης, ἢ ῥόδων, ἢ σπέρματα. ὡσαύτως ἅλας ὀρυκτόν· τὸ ἐπίθυμον, ὥσπερ εὐφόρβιον, βδέλλιον καὶ τὸν ἑλλέβορον· ῥαφανῖδος σπέρμα καὶ τὴν ἀλυπαίαν· ὄξος ἢ χρυσοβάλανος καὶ τὰ μυροβάλανα· βρυωνία καὶ τὸ ἐλατήριον ἅλας. καὶ μὲν δὴ καὶ τῆς πτυούσης τὴν ῥίζαν, ἑρμοδάκτυλον τὸ στογγύλον καὶ τοῖς ἄλλοις ὡσαύτως τὰ παραπλήσια, ἅπερ ἐν τῷ περὶ ἀρίστης συνθέσεως φαρμάκων κατὰ μέρος διήλθομεν καὶ δεῖ ἐκεῖθεν νομίζεσθαι τὰ ἐλλείποντα. καθαρτικὰ δὲ ὅσα καθαίρει κᾀνταῦθα κᾀν τῷ περὶ ἁπλῶν φαρμάκων ἡμῖν γέγραπται. κολαστικὰ δὲ τῆς κακίας ὅσα τοῖς δηλητηρίοις τῶν φαρμάκων

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download