Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀντικεῖσθαι ἰδίωμα, ὡς ἀγαρικοῦ μὲν ζίγγιβερ, σκαμμωνίας δὲ ὀποῦ, μαστίχη ἢ κόμμι Ἀραβικὸν, ἢ καφουρὰ, κυδωνίων μήλων χυλός· κολοκυνθίδος δὲ ἀμυγδάλων ἔλαιον· ἀλυπαίας δὲ νᾶπυ· ὥσπερ ἑλλεβόρου καστόριον, ἢ ὑδρόμελι· καὶ εὐφορβίου κιννάμωμον. ἀλόης δέ γε μαστίχη· ὥσπερ αὐτὴν προτρέπει τὸ σμύρνιον· καὶ τἄλλα ὅσα ἡμῖν ἐν τῷ περὶ ἀρίστης συνθέσεως εἴρηται. εὐστόμαχα δὲ καὶ ἐφεκτικὰ τῆς ἀλόγου τῶν φαρμάκων φορᾶς, ὅσα τονοῖ καὶ συνέχει καὶ τὰς φυσικὰς διεγείρει ἐνεργείας. τὸ δὲ κατὰ μέρος ταῦτα ἐπεξεργάσασθαι περισσὸν νῦν ἡμῖν ἔδοξε.

[Περὶ διαιρέσεως τῆς διὰ φαρμάκων θεραπείας.] Ἡ δὲ φαρμακεία διττή ἐστιν, ἡ μὲν πρὸς τὰ ἐντὸς πάθη, ᾗ μάλιστα χρῆται ὁ διαιτητικός· ἡ δὲ πρὸς τὰ ἐκτὸς, ἧς οὐκ ἄνευ συντελεῖται τὰ κατὰ χειρουργίαν. τῆς μὲν οὖν πρὸς τὰ ἐντὸς φαρμακείας εἴδη ἐστὶ δεκαδύο. τὸ μὲν τῶν ἐν τῇ κεφαλῇ παθῶν· τὸ δὲ τῶν στοματικῶν· τὸ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download