De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
θερμότερόν ἐστι· τὸ δὲ ὀστοῦν τοῦ νεύρου σκληρότερον
καὶ ψυχρότερον. οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων
ἕτερον ἑτέρου, τὸ μὲν ψυχρότερόν ἐστι, τὸ δὲ θερμότερον,
καὶ τὸ μὲν μαλακώτερον, τὸ δὲ σκληρότερον. ἆρ’
οὖν ἐκ τῆς αὐτῆς οὐσίας τὰ πάντα γέγονεν, ἢ μᾶλλον
ἀγαθός τις οὖσα δημιουργὸς ἡ φύσις, ἡνίκα τὸ πρῶτον
ἐκ τοῦ παρὰ τῆς μητρὸς αἵματος, εἰς τὴν μήτραν ἰόντος,
ἐγέννα τε καὶ διέπλαττε τὸ ἔμβρυον, εἰς μὲν τὴν τῶν
σκληροτέρων σωμάτων πῆξιν εἷλκεν ἐξ αὐτοῦ τὸ παχύτερον,
εἰς δὲ τὴν τῶν μαλακωτέρων τὸ ὑγρότερον; οὕτω
δὲ καὶ τὸ μὲν θερμότερον εἰς τὴν τῶν θερμοτέρων,
τὸ δὲ ψυχρότερον εἰς τὴν τῶν ψυχροτέρων; ἐμοὶ μὲν
οὖν οὕτω δοκεῖ μακρῷ φυσικώτερον εἶναι, καὶ κατὰ
τὴν πρώτην ἀρχὴν εὐθέως διαπεπλάσθαι τὸ κύημα, κᾀν
τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τὴν τροφὴν καὶ τὴν αὔξησιν
ἕκαστον τῶν μορίων ἔχειν ἐκ τῆς οἰκείας ὕλης. ἕν μὲν
γάρ τι φαίνεται τὸ αἷμα, καθάπερ καὶ τὸ γάλα. διδάσκει
δ’ ὁ λόγος, οὐχ ἓν ὑπάρχειν αὐτὸ, καθότι μηδὲ τὸ γάλα.
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]