Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

Οἱ δὲ τοὐναντίον ἐπιτηδεύουσιν, ὑπερπονοῦντές τε καὶ ὑπερπιπλάμενοι, καὶ ὅλως τὸν τοῦ παλαιοῦ λόγον, ὡς κορυβαντιῶντες, κατεγνωκότες. Ὁ μὲν γὰρ ὑγιεινὴν δίαιταν ὑποτιθέμενος ἔλεγε· Πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα μέτρια. Οἱ δὲ τὰ γυμνάσια πέρα τοῦ προσήκοντος ἑκάστης ἡμέρας διαπονοῦσι, τροφάς τε προσφέρονται σὺν ἀνάγκῃ πολλάκις ἄχρι μέσων νυκτῶν ἐκτείνοντες τὴν ἐδωδήν· ὡς προσηκόντως ἄν τινα ἐπ’ αὐτῶν εἰπεῖν·

Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
Εὗδον παννύχιοι, μαλακῷ δεδμημένοι ὕπνῳ·
Ἀλλ’ οὐκ ἀθλητὰς κακοδαίμονας ὕπνος ἔμαρπτεν.

Ἀνάλογον τοίνυν τούτοις καὶ ἡ τῶν ὕπνων αὐτοῖς ἔχει συμμετρία. ἡνίκα γὰρ οἱ κατὰ φύσιν βιοῦντες ἀπὸ τῶν ἔργων ἥκουσιν ἐδεσμάτων δεόμενοι, τηνικαῦθ’ οὗτοι διανίστανται τῶν ὕπνων. ὥστε ἐοικέναι τὸν βίον αὐτῶν ὑῶν διαγωγῇ· πλήν γε ὅσον οἱ μὲν ὗες οὐχ ὑπερπονοῦσιν, οὐδὲ

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download