Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

πρὸς ἀνάγκην ἐσθίουσιν· οἱ δὲ καὶ ταῦτα πάσχουσι καὶ ῥοδοδάφναις ἐνίοτε τὰ νῶτα διακναίονται. Ὁ μὲν οὖν παλαιὸς Ἱπποκράτης, πρὸς οἷς εἶπεν ἔμπροσθεν, ἔτι καὶ ταῦτα φησί· Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν, ἢ θερμαίνειν, ἢ ψύχειν, ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινεῖν, σφαλερόν. πᾶν γὰρ, φησὶ, τὸ πολὺ τῇ φύσει πολέμιον. Οἱ δ’ οὔτε τούτων ἐπαΐουσιν, οὔτε τῶν ἄλλων, ὅσα, καλῶς εἰπόντος ἐκείνου, παραβαίνουσιν· ἀλλὰ πάντ’ ἐξ ὑπεναντίου τοῖς ὑγιεινοῖς παραγγέλμασιν ἐπιτηδεύουσιν. καὶ διὰ τοῦτ’ ἂν ἔγωγε φαίην, ἄσκησιν οὐχ ὑγιείας, ἀλλὰ νόσου μᾶλλον εἶναι τὸ ἐπιτήδευμα. Τοῦτο δ’ οἶμαι καὶ αὐτὸν τὸν Ἱπποκράτην φρονεῖν, ἐπειδὰν λέγῃ· Διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων. Οὐ γὰρ μόνον τοῦ κατὰ φύσιν ἐστερῆσθαι τὸ ἐπιτήδευμα δι’ ὧν εἶπε ἐδήλωσεν· ἀλλ’ οὐδ’ ἕξιν ὠνόμασε τὴν διάθεσιν αὐτῶν, ἀφαιρούμενος καὶ τῆς προσηγορίας αὐτῶν, ᾗ προσαγορεύουσι ἅπαντες οἱ παλαιοὶ τοὺς ὄντως ὑγιαίνοντας. ἡ μὲν γὰρ ἕξις ἔμμονός

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download