
In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
τρόπον ἕτερα πάθη τούτοις ἐστὶν ἐναντία· τοῦ γὰρ ὑγιαίνοντος
σώματος ἔχοντος συμμέτρως ἅπαν πάθος ἐν τῷ
διαφθείρεσθαι τὴν συμμετρίαν γεννᾶται. εἴπερ οὖν ὅσα
τὴν κατὰ φύσιν ἔχοντα κατασκευὴν ἥνωτό τισιν ἢ ἔψαυσεν,
ὅταν ἤτοι τὴν ἕνωσιν ἢ τὴν ψαῦσιν ἀπολέσῃ, πεπονθέναι
τε καὶ παρὰ φύσιν ἔχειν αὐτὰ φαμὲν ὡσαύτως. ὅσα δὲ
μήθ’ ἥνωτο μήτ’ ἔψαυσεν, ἵνα ἂν ἑνωθῇ τε καὶ ψαύσῃ,
νοσεῖν αὐτὸ ποιήσειεν. ἐναντία οὖν ταῦτα τῆς ἐπανορθώσεως·
ἐπεναντίον δὲ ἥσεται τοῖς σκοποῖς, ἀλλ’ ὡς
δόξῃ τινὰ μάχεσθαι τῷ λόγῳ τὰ τοῖς διεστραμμένοις ἀντικείμενα,
καλούμενα δὲ εὐθέα. δεήσει τοιγαροῦν, ὅσον ἐπὶ
τῷ προειρημένῳ λόγῳ, καὶ ταῦτα διαστρέφειν, ὅπερ οὐκέτι
τῆς ἀγαθῆς ἐπιδέσεως ἔργον, ἀλλὰ τῆς ἡμαρτημένης
ὑπάρχει. ἀναμνησθεὶς οὖν τις ὧν εἶπεν Ἱπποκράτης
ἐπὶ μηροῦ καὶ βραχίονος γνώσεται τὴν ἐν αὐτοῖς εὐθύτητα
παρὰ φύσιν οὖσαν, ἧς τὸ ἔξω καὶ πρόσω κεκύρτωται φύσει·
καί τις ἐπιλαθόμενος τὸν καταγέντα καυληδὸν ἢ μηρὸν
ἢ βραχίονα διέπλασε μὲν πρῶτον εὐθὺν, ὕστερον δὲ καὶ
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]