Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Kühn 1821

νικᾶται τῷ χρόνῳ, καὶ τελέως ἐξομοιοῦται. συμπέπτωκε δὲ καὶ τούτοις, ἅμα τε φαρμάκοις εἷναι καὶ τροφαῖς. θαυμαστὸν δ’ οὐδὲν, εἰ βραχείας ἀφορμῆς ἔνια λαβόμενα μεγίστην ἐκτροπὴν ἴσχει τῆς ἀρχαίας φύσεως. ὁρᾶται γοῦν καὶ τῶν ἔξω πολλὰ τοιαῦτα. κατὰ μὲν γὰρ τὴν ἐπὶ τῆς Ἀσίας Μυσίαν οἰκία ποτὲ κατεκαύθη τρόπῳ τοιῷδε. κόπρος ἀπέκειτο περιστερῶν, ἤδη σεσηπυῖα, καὶ τεθερμασμένη, καὶ ἀτμὸν ἀναπέμπουσα, καὶ ἁπτομένοις ἱκανῶς θερμή. ταύτης δὲ πλησίον ἦν, ὡς καὶ ψαύειν ἤδη, θυρὶς ἔχουσα ξύλα νεωστὶ καταληλιμμένα ῥητίνῃ πολλῇ. θέρους οὖν μέσου λάβρος ἥλιος προσβαλὼν, ἐξῆψε τὴν ῥητίνην τε καὶ τὰ ξύλα. κᾀντεῦθεν ἤδη θύραι τινὲς ἕτεραι πλησίον ὑπάρχουσαι καὶ θυρίδες ἔναγχος ἐξαληλιμμέναι ῥητίνῃ ῥᾳδίως διεδέξαντο τὸ πῦρ, καὶ μέχρι τῆς ὀροφῆς ἐξέτειναν. ἐπεὶ δ’ ἅπαξ ἡ φλὸξ ἐκείνης ἐλάβετο, ταχέως ἐπὶ πᾶσαν ἐνεμήθη τὴν οἰκίαν. οὕτω δή πως, οἶμαι, καὶ τὸν Ἀρχιμήδην φασὶ διὰ τῶν πυρίων ἐμπρῆσαι τὰς τῶν πολεμίων τριήρεις.

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 509-694

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_025.xml [353 Kb]