De Temperamentis (On Mixtures)
Kühn 1821
εἰ μόνον αὐτοῖς προσγένηται τὸ θρέψαι τὸ σῶμα.
τροφὴ γὰρ ἅπασα κατὰ τὸν ἑαυτῆς λόγον αὔξει τὸ τοῦ
ζώου θερμόν. εἰ δὲ καταποθείη μὲν ὡς τροφὴ, μὴ μέντοι
δὲ κρατηθείη, τοῦτ’ ἐκεῖνο τὸ πρὸς Ἱπποκράτους εἰρημένον,
εἴη ἂν ὄνομα τροφῆς, ἔργον δ’ οὐχί. τριχῶς γὰρ τῆς τροφῆς
λεγομένης, ὥς γε αὐτὸς ἐδίδαξε τοῦτ’ εἰπών· Τροφὴ
δὲ τὸ τρέφον, τροφὴ τὸ οἷον τροφὴ, καὶ τὸ μέλλον· ἡ
μὲν ἤδη τρέφουσα, καὶ προστιθεμένη, καὶ μηκέτι μέλλουσα,
κυρίως ὀνομάζεται τροφὴ καὶ δὴ καὶ θερμαίνει πάντως τὸ
τρεφόμενον σῶμα· τῶν δ’ ἄλλων οὐδετέρα, διότι μηδὲ τροφαὶ
κυρίως εἰσὶν, ἀλλὰ τὸ μὲν οἷον τροφὴ, τὸ δ’, ὅτι μέλλει
τοιοῦτο γενήσεσθαι. ταῦτ’ ἄρα καὶ αὐτὸς ὁ οἶνος οὐκ ἀεὶ
θερμαίνει τὸ ζῶον, ὥσπερ οὐδὲ τοὔλαιον ἀνάπτει τὴν φλόγα,
καίτοι γ’ οἰκειοτάτη τροφὴ πυρὸς ὑπάρχον. ἀλλ’ ἐὰν
ἀσθενεῖ καὶ σμικρᾷ φλογὶ καταχέῃς ἔλαιον ἀθρόον καὶ
πολὺ, καταπνίξεις, καὶ τελέως ἀποσβέσεις αὐτὴν μᾶλλον
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]