De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι μέν γὰρ ἕλκει τὴν χολὴν
εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔμπροσθεν δέδεικται.
ὅτι δὲ καὶ ἀποκρίνει καθ’ ἑκάστην ἡμέραν εἰς τὴν γαστέρα,
καὶ τοῦτ’ ἐναργῶς φαίνεται. καὶ μὴν εἰ διεδέχετο τὴν
ἑλκτικὴν δύναμιν ἡ ἐκκριτικὴ, καὶ οὐ μέση τις ἦν ἀμφοῖν ἡ
καθεκτικὴ, διὰ παντὸς ἐχρῆν, ἀνατεμνομένων τῶν ζώων, ἴσον
πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν. οὐ μὴν εὑρίσκεταί
γε. ποτὲ μὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενωτάτη,
ποτὲ δὲ τὰς ἐν τῷ μεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ
καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχομένη. ταύτης
μέν γε καὶ πρὸ τῆς ἀνατομῆς αἰσθανόμεθα, πρὶν ἀνιαθῆναι,
τῷ πλήθει βαρυνθείσης, ἢ τῇ δριμύτητι δηχθείσης, ἀθροιζούσης
ἔτι τὸ οὖρον, ὡς οὔσης κᾀνταῦθά τινος δυνάμεως
καθεκτικῆς. οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριμύτητος πολλάκις
δηχθεῖσα, πρωϊαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν
ἀποτρίβεται. αὖθις δ’ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα,
ἢ κατ’ ἄμφω συνελθόντων κακῶς διατεθεῖσα, διαῤῥοίαις
ἑάλω. καὶ μέν γε καὶ οἱ ἔμετοι, τῷ πλήθει βαρυνθείσης
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]