Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἔτι τό ἀκινδύνως, καὶ τὸ μετὰ τοῦ προδεδηλῶσθαι, δῆλον ὡς εἰς σωριτικὴν ἀπορίαν ἐμπίπτει τὸ σύμπαν. εἰ γὰρ τινὰ μὲν ὧν εἶπον προσείη, τινὰ δ’ ἀπείη, καὶ ἰσάζοι γε τὰ παρόντα τοῖς μὴ παροῦσιν, ἢ βραχεῖά τις εἴη τῶν ἑτέρων ὑπεροχὴ, δῆλον ὡς ἐν ἀμφιβολίᾳ καταστησόμεθα περὶ τῆς τοιαύτης ἡμέρας, εἴτε χρὴ ταύτην κρίσιμον καλεῖν εἴτε μή. τὸ μὲν γὰρ ἤτοι πάντων ὑπαρχόντων ὧν εἶπον ἢ τῶν πλείστων τε καὶ μεγίστων ἔτ’ ἀμφιβάλλειν ὡς οὐκ οὔσης κρισίμου παντελῶς ἠλίθιον, ὥσπέρ γε καὶ εἰ μηδὲν αὐτῶν, ἢν παντάπασιν ὀλίγα καὶ μικρὰν ἔχοντα δύναμιν ὑπάρχῃ· καὶ γὰρ καὶ ταύτην ἐκ τῶν οὐ κρισίμων ἀριθμητέον. εἰ δ’ εἴη τῶν ὑπαρχόντων αὐτῇ βραχεῖά τις ἡ διαφορὰ, πρόδηλον ὡς εἰς ἀπορίαν καταστησόμεθα, πότερον ἐκ τῶν κρισίμων αὐτὴν ἀριθμητέον ἐστὶν ἢ μή. ἔγωγ’ οὖν αὐτὸς ἐκ μειρακίου μὲν ὑπηρξάμην παραφυλάττειν τὰς κρισίμους ἡμέρας, ἵνα τι κᾀκ τῆς ἐμαυτοῦ πείρας ἐπικρίναιμι περὶ τῆς διαφωνίας αὐτῶν, οὐ μὴν ἤδη γε δύναμαι περί τινων ἀποφήνασθαι σαφῶς, ὅσον ἐπὶ τῇ προγεγονυίᾳ μνήμῃ. δοκεῖ δέ μοι καὶ Ἱπποκράτης, ὡς ἂν ἀληθὴς

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]