Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

γινώσκω κοινωνῆσαι θεωρίας. ἔστω δή τις τοιοῦτος ἡμῖν ἄῤῥωστος ἐξ ὑποθέσεως εἰς σαφήνειαν τῆς διδασκαλίας προκείμενος, τῇ δεκάτῃ τῆς ἡμέρας ὥρᾳ πυρέττειν ὀξέως ἀρξάμενος, ἐφ’ οὗ ζητεῖν ἐπιτρέψαντες τοῖς σοφισταῖς τὴν λόγῳ θεωρητὴν ἀρχὴν, αὐτοὶ τὴν δευτέραν ἡμέραν, ἢ εἴ τιν’ ἀρχὴν ἑτέραν ἐν αὐτῇ ποιεῖται παροξυσμὸς ἕτερος, αἰσθητὴν καὶ σαφῆ παραφυλάξομεν· εἶθ’ οὕτω καὶ τὴν τρίτην, ἵν’ εἴτε διὰ τρίτης, εἴτε καὶ καθ’ ἑκάστην ἡμέραν οἱ παροξυσμοὶ γίνονται, γινώσκωμεν· ἔτι δὲ τούτου μᾶλλον, εἴτ’ ἐν ταῖς ἀρτίαις, εἴτ’ ἐν ταῖς περιτταῖς ἡμέραις παροξύνεται σφοδρότερον. ἔστω δὴ συνεχὴς μὲν ὁ πυρετὸς, διὰ τρίτης δ’ οἱ παροξυσμοί· καὶ τῇ τρίτῃ μὲν τῶν ἡμερῶν ἑνδεκάτης ὥρας, τῇ πέμπτῃ δὲ νυκτὸς ὥρας πρώτης παροξυνέσθω, τῇ δὲ ἑβδόμῃ νυκτὸς ὥρας τρίτης· ἀεὶ γὰρ ὑποκείσθω δυοῖν ὥραιν ὑστερίζειν τὸν παροξυσμὸν, ὥστε καὶ τῆς ἐννάτης νυκτὸς ὥρᾳ πέμπτῃ παροξυνθήσεται καὶ τῆς ἑνδεκάτης ἑβδόμῃ. ἔστω δὴ τούτῳ τὰ μὲν ἄλλα παραπλήσια δι’ ὅλου τοῦ νοσήματος ἀπὸ τῆς ἀρχῆς ἕως τῆς ἑνδεκάτης νυκτὸς, κατὰ δὲ τὴν ἑνδεκάτην εὐχρούστερά τε ἅμα γινέσθω τὰ οὖρα καί τινα καὶ λευκὴν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]