De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
εἶναι λέγοιτο, δείξαι τις ἀσθενοῦν αὐτὸ περὶ τὴν ἐπαγγελίαν
καὶ δεόμενον ἀεὶ παρουσίας ἑτέρου, καλῶς ἐξελέγχει τὴν δόξαν·
εἰ δ’ ἤτοι ποιεῖν ἢ δηλοῦν ἅμα πλείω συνιόντα τόδε τι
λέγοιτο, ληρώδης ὁ καταμόνας ἕκαστον αὐτῶν προχειριζόμενος.
οὐ γὰρ ἓν ἕκαστον αὐτῶν ἰδίᾳ προσήκει διαβάλλειν ὡς
οὐχ ἱκανὸν, ἀλλ’ ἅμα σύμπαντα. φαίης γὰρ ἂν οὕτως, οἶμαι,
κᾂν εἰ δέκα μέν τινες οἷοί τ’ εἶεν ἐπαίρειν βάρος ὁτιοῦν, ἕκαστος
δ’ ἰδίᾳ μὴ δύναιτο, μηδὲν εἰς τὴν τοῦ παντὸς ἔργου
συντέλειαν εἰσφέρεσθαι τὸν ἕνα. τί δὴ βούλει; πότερον αἰτίας
εἶναι τὰς κρισίμους ἡμέρας τῆς πιστῆς λύσεως τῶν νοσημάτων,
ἢ σημεῖα; κατ’ ἄμφω γὰρ ἑτοίμως ἐξελέγχεται τὸ σόφισμα.
βούλει πρότερον αἰτίας ὑποθώμεθα, καθάπερ καὶ τὴν φλεβοτομίαν
καὶ τὸν κλυστῆρα καὶ τὸ κατάπλασμα καὶ τῶν ἄλλων
ἕκαστον βοηθημάτων αἴτιον ὑγείας εἶναί φαμεν; ἀλλ’ ὥσπερ
ἐκείνων οὐδὲν οὕτως ἦν ἰσχυρὸν ὡς ἄνευ τῶν ἄλλων ὑγιάζειν,
οὕτως οὐδ’ ἡ κρίσιμος ἡμέρα. πάλιν οὖν, εἰ βούλει, μηκέτ’
αἰτίας αὐτὰς, ἀλλὰ σημεῖα λέγωμεν, οἷα κᾀν τοῖς οὔροις καὶ
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]