Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἡσυχάζειν οὐδὲ μένειν, ἀλλ’ ἐπεγείρων τε καὶ κινῶν καὶ ὡς ἂν εἴποι τις εἰς διαμάχην προκαλούμενος· ὅθεν ἐπὶ τῶν ὀξέων νοσημάτων ἐν περιτταῖς ἡμέραις ἡ κρίσις. οὕτω γὰρ καὶ παροξύνεται. τίς μὲν οὖν ἐστιν ἡ αἰτία δι’ ἣν ἐν τοῖς ὀξέσι νοσήμασι διὰ τρίτης οἱ παροξυσμοὶ γίνονται τοὐπίπαν, ἐν δὲ τοῖς γε χρονίοις ἤτοι καθ’ ἑκάστην ἡμέραν ἢ διὰ δ΄ οὐκ εὐπετές ἐστιν εὑρεῖν, οὔτε νῦν ἀναγκαῖόν ἐστι ζητεῖν. ὅτι δ’ οὕτως συμβαίνει, φαίνεται καὶ πρὸς τὰ παρόντα λόγον ἀρχῆς ἔχει. θεμένων γὰρ, ὥσπερ καὶ φαίνεται, ὁ δεύτερος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς εἰς τὴν τρίτην ἡμέραν ἐκπεσεῖται, τρίτος δ’ εἰς τὴν πέμπτην, τέταρτος δ’ εἰς τὴν ζ΄, πέμπτος δ’ εἰς τὴν θ΄, εἰς περιττὰς δὲ σύμπαντες. ἐπεὶ τοίνυν ἡ φύσις οὐκ ἀεὶ τοῖς προσήκουσι καιροῖς ἐξορμῶσα κρίνει τὰς νόσους, ἀλλ’ ἐρεθιζομένη πολλάκις ἄλλοτε πρὸς ἄλλων αἰτίων, ἀφ’ ὧν ἐστι συνεχέστατα γινόμενος ἐν τοῖς ὀξέσι νοσήμασιν ὁ παροξυσμὸς, ἐδείχθη δ’ οὗτος εἰς περιττὰς ἐμπίπτων, εὐλόγως ἐν περιτταῖς αἱ πλεῖσται κρίσεις γίνονται τῶν ὀξέων νοσημάτων, οὐκ αὐτῶν τῶν ἡμερῶν πρώτως τὴν τοῦ κρίνειν ἐχουσῶν δύναμιν, ἀεὶ γὰρ τούτῳ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]