Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

διαχωρήμασι καὶ πτύσμασι καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τοιούτοις ἐστίν. ἀλλ’ οὐδ’ ἐκείνων οὐδὲν ἱκανὸν ἦν μόνον σωτηρίαν, ἢ θάνατον ἐνδείξασθαι. καὶ μὴν εἰ μήθ’ ὡς αἴτια μήθ’ ὡς σημεῖα τὰς κρισίμους ἡμέρας ἀξιώσαιμεν ἀεὶ μόνας ἢ δρᾷν, ἢ δηλοῦν ταὐτὸν, ἀλλὰ μετὰ συνόδου πλειόνων, οὐκέτι οὐδένα λόγον ἕξει τὸ σόφισμα αὐτῶν. οὐ γὰρ αὕτη βάσανος ὀρθὴ τῶν κριτικῶν εἶναι πιστὰς, ἀλλ’ ἄλλη τις, ἥπερ δὴ καὶ ὄντως ἐστίν. εἰ γὰρ δὴ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων ὑπαλλαχθείη μόνου ἡ κρίσιμος ἡμέρα, πολὺ τοῦ πιστοῦ τῆς κρίσεως ἀφαιρεῖται. κᾂν εἰ τῶν ἄλλων δὲ κριτικῶν σημείων μὴ πάνυ συμπεπληρωμένων προσθείης αὐτοῖς ἡμέραν κρίσιμον, ἕξεις τινὰ ἐλπίδα λύσεως ἀσφαλοῦς. καίτοι κᾂν εἰ τοῦθ’ ὑπῆρχε μόνον ταῖς κρισίμοις ἡμέραις, τὸ συντρέχειν αὐταῖς πολλάκις ἤτοι τὰ πλεῖστα καὶ μέγιστα τῶν κρισίμων σημείων ἢ καὶ σύμπαντα, δίκαιον δήπου ἦν διά γε τοῦτο μόνον ἰδίαν τινὰ φύσιν ὑπολαβεῖν εἶναι ἡμερῶν κρισίμων. ὁπότ’ οὖν πρὸς τούτῳ καὶ παρ’ ἑαυτῶν τι συνεισφέρουσιν, πολὺ δήπου μᾶλλον

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]