Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἀπαντήσειεν, ἀλλ’ ἄπιστός γε πάντως ἡ κρίσις, καί τι μικρὸν ἁμαρτόντος τοῦ κάμνοντος, ὑποστρέψει πάλιν τὸ νόσημα.

Πάλιν οὖν προχειρισάμενοι τὸν αὐτὸν ἄῤῥωστον, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὑποθώμεθα τὸ κριτικὸν ἐσχηκέναι σημεῖον, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς ἑνδεκάτης ὑπεθέμεθα, τούτῳ τὴν κρίσιν ἑβδομαίῳ προσδέχεσθαι. θεωρητὴ γὰρ ἐν μὲν τῇ δευτέρᾳ τῶν ἑβδομάδων ἡ ἑνδεκάτη, κατὰ δὲ τὴν πρώτην ἡ τετάρτη, καὶ δηλοῦν πέφυκεν ὥσπερ ἡ ἑνδεκάτη τὴν τεσσαρεσκαιδεκάτην, οὕτως ἡ δ΄ τὴν ζ΄ ὁποία τις ἔσται. γινέσθω δὲ κατὰ τὴν ἑβδόμην νύκτα περὶ τὴν τρίτην ὥραν ὁ παροξυσμὸς, ὡς ἔμπροσθεν ὑπέκειτο, καὶ τὰ τοῦ ῥίγους καὶ τὰ τῶν σφυγμῶν ὡσαύτως ἀπαντάτω, καὶ νυκτὸς ἤδη παυομένης ἱδροῦν ἀρχέσθω, κᾄπειτα δι’ ὅλης τῆς ἑξῆς ἡμέρας τῆς ὀγδόης ἱδρούτω καλῶς, εἶτ’ ἀπύρετος εἰς τὴν ἑσπέραν γινέσθω. πρόσεχε δή μοι πάλιν ἐνταῦθα τὸν νοῦν· οὗ γὰρ ἕνεκα προὐχειρισάμην τὸν ἄῤῥωστον οὐ μικρόν ἐστι. κατὰ μὲν γὰρ τὴν πρώτην ὑπόθεσιν ἐν τῇ ιγ΄ νυκτὶ παροξυνθεὶς κρισίμως, εἶτ’ ἐν τῇ ιδ΄ γενόμενος ἀπύρετος, οὐ τρισκαιδεκαταῖος, ἀλλὰ τεσσαρεσκαιδεκαταῖος ἐλέγετο κεκρίσθαι. νυνὶ δὲ 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]