Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἰατρὸς ὀρθῶς θεραπεύσειε, προγνώσεται δὲ ἀκριβῶς ἄλλος, ἀλλ’ ὅστις ἂν ἄριστος ᾖ προγνωστικός τέ ἐστιν ἅμα καὶ θεραπευτικὸς ὁ τοιοῦτος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἐπιπλέον ἑτέρωθι λέγεται, νυνὶ δὲ εἰς ὅπερ ἐξ ἀρχῆς προὔκειτο, πάλιν ἐπανίωμεν. ἡ γάρ τοι τετάρτη τῶν ἡμερῶν, ἐπειδὰν ἐνέγκῃ σαφές τι σημεῖον ἀγαθὸν, εἰς τὴν ἑβδόμην ἡμέραν προδηλοῖ τὴν κρίσιν ἀπαντήσεσθαι, μηδενὸς ὧν εἴρηται πλημμεληθέντος ἐν τῷ μεταξύ. γενομένου δέ τινος ἁμαρτήματος, ἐπισκεπτέον αὐτοῦ τὸ μέγεθος. εἰ μὲν γὰρ σμικρὸν εἴη, ἔσται μὲν καὶ οὕτως ἡ κρίσις ἑβδομαία, λείπει δ’ αὐτήν τι τῶν τῆς κρίσεως ἀγαθῶν. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ὅτι τὸ τελέως καὶ ἀσφαλῶς καὶ ἀκινδύνως καὶ πάνθ’ ὅσα τοιαῦτα ταῖς ἀγαθαῖς ὑπάρχει κρίσεσιν· εἰ δ’ εἴη μεῖζον τὸ πλημμεληθὲν, οὐδ’ ἂν τὴν κρίσιν ἔτι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐπιτρέψειε γενέσθαι. προσέχειν οὖν δεῖ πᾶσιν ἐνταῦθ’ ἀκριβῶς τὸν νοῦν, καὶ τεκμαίρεσθαι τῆς βλάβης τὸ μέγεθος. ἑρμηνεῦσαι μὲν γὰρ αὐτὸ μὴ ὅτι χαλεπὸν, ἀλλὰ καὶ τελέως ἀδύνατον, τεχνικὸν δὲ ἐργάσασθαι τὸν μαθητὴν, ὥστε καὶ διαγινώσκειν τὰ τοιαῦτ’ ἀκριβῶς δυνατόν. ἀλλ’ οὐ νῦν ὁ καιρὸς, οἰκειότερος γάρ ἐστι

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]