Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τῆς περὶ κρίσεως θεωρίας. πάλιν οὖν ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβῶμεν, ἀναμνησθῶμέν τε τῆς προκειμένης ὑποθέσεως. ὑπέκειτο μέντοι σημεῖον κριτικὸν καὶ σαφὲς, καὶ ἰσχυρὸν ἐν τῇ δ΄ γεγενημένον ἡμέρᾳ τοῦ νοσήματος ὀξέος τε καὶ περιεστηκότος τὴν φύσιν ὑπάρχοντος, εἶτα ὅτι μηδενὸς πλημμεληθέντος μὲν ἀγαθὴ τὰ πάντα κρίσις εἰς τὴν ἑβδόμην ἡμέραν προδηλοῦται, βραχέος δὲ παντελῶς ἁμαρτηθέντος, εἰς τὴν ζ΄ μὲν ἡμέραν καὶ οὕτως, οὐ μὴν ἀγαθὴ τελέως. εἰ δ’ εἴη μέγα τὸ ἁμαρτηθὲν, ὡς ἀφελέσθαι μὲν τῆς ζ΄ τὴν κρίσιν, εἰς δέ τινα τῶν ἐφεξῆς μετατιθέναι, προσέχειν ἐνταῦθα χρῆναι παρακελευόμεθα τῷ ποσῷ τῆς βλάβης. ὁ γὰρ ἀκριβὴς τούτου γνώμων εἴσεται σαφῶς εἴτ’ εἰς τὴν θ΄ ἡμέραν, εἴτ’ εἰς τὴν ια΄ ἡ κρίσις μεταπεσεῖται. τὰ μὲν οὖν ἀκίνδυνα τελέως νοσήματα χρονίζειν εἴωθεν ἐπὶ τοῖς ἁμαρτήμασι, τὰ περιεστηκότα μὲν, οὐ μὴν ἄνευ κινδυνωδῶν συμπτωμάτων, ὀλέθρια γίνεται ἐπὶ τοῖς ἁμαρτήμασι. καίτοι καὶ τὰ τελέως ἀκίνδυνα, πολλῶν καὶ μεγάλων ἐφεξῆς γεγενημένων ἁμαρτημάτων, εἰς τὴν τῶν ὀλεθρίων μεταπίπτει φύσιν· καὶ οὐδὲν οἶμαι θαυμαστόν. 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]