
De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
φήσειεν ἂν, οὐ ταῖς φρεσὶν, εἴ γε δὴ μεγίστη μὲν
ἡ εἰσπνοὴ διὰ τοὺς ἐκτὸς, μεγίστη δὲ ἐκπνοὴ διὰ τοὺς
ἐντὸς μεσοπλευρίους γίγνεται. ἀποδείκνυται δὲ καὶ τούτων
καὶ τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι περὶ τῶν κατὰ τὸν
θώρακα μυῶν τὰ μὲν ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων,
τὰ δ’ ἐν τοῖς περὶ φωνῆς, τὰ δ’ ἐν τοῖς περὶ
χρείας ἀναπνοῆς. ἀλλὰ τό γε νῦν εἶναι τὸ συνεχὲς τοῦ
λόγου περαντέον. ἴδιον γάρ τι τῷ διαφράγματι παρὰ τοὺς
ἄλλους μῦς συμβέβηκεν, ἐκ τῆς θέσεώς τε καὶ τοῦ σχήματος
προσγινόμενον, ἐπειδὰν ἐνεργοῦν παύσηται καὶ γένηται χαλαρώτερον,
ἔστιν ὅτε μὲν ὡς ἐπὶ τὴν ῥάχιν ἀνακλίνειν τὸ
κυρτὸν, ἔστιν ὅτε δ’ ὡς ἐπὶ τὴν γαστέρα, πολὺ μὲν ἑτοιμότερον
ὡς ἐπὶ τὴν ῥάχιν. ἔστι δὲ κατὰ πάντα τὰ σχήματα
τἀνθρώπου, πλὴν ἑνὸς τοῦ πρηνοῦς, ἄνωθεν μὲν τὸ
διάφραγμα, κάτωθεν δ’ ἐργάζεται τὴν ῥάχιν, ὥστ’ εὐλόγως
ἐπὶ ταύτην ῥέπει, καὶ ὅτι βαρύνεται μὲν πρὸς τῶν ἔμπροσθεν
ἐπικειμένων, ἐκ δὲ τῶν ὀπίσω μερῶν τὸ μαλακώτατόν
τε καὶ κουφότατον ἁπάντων ἔχει τῶν σπλάγχνων, τὸν πνεύμονα.
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]