De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione (On the Diagnosis and Cure of the Errors of the Soul)
Kühn 1823
ἐν μαθήμασι διδάξας γνωρίζειν ἀληθεῖς λόγους, ἀξιώσας τι
προβάλλειν αὐτοῖς σοφισμάτων τοῖς βουλομένοις τῶν παρόντων.
αὐτὰ γὰρ ἐγνώρισε τὴν ἀτοπίαν αὐτῶν, ἤτοι κατὰ τὸ
σχῆμα γεγενημένην, οὐκ ὂν συλλογιστικὸν, ἢ κατὰ τῶν λημμάτων
ψευδῆ οὖσαν, ὥστε κᾀκ τούτου φανῆναι σαφῶς τοῖς
δοξοσόφοις τούτοις πρεσβύταις, ὅσοι σοφίσματα λύειν ἀδυνατοῦσιν,
ὅτι διὰ τὴν ἄγνοιαν τῶν ἀληθῶν λόγων τοῦτο
πεπόνθασιν· εἶτ’ ἐσχάτης καταγνώσεως ἄξιοί εἰσιν, διὰ
προπετῆ συγκατάθεσιν ἐν κακοδαίμονι βίῳ γενόμενοι· ἡ γὰρ
περὶ τέλους δόξα ψευδὴς ὡμολόγηται πᾶσι πρὸς κακοδαιμονίαν
ἄγειν· οὗτοι δὲ ἀγύμναστοί τινές εἰσι περὶ διαγνώσεως
ἀληθῶν τε καὶ ψευδῶν λόγων, ἐνίοτε πιστευόμενοί τινος
νοεῖν ἀλήθειαν δόξης, ἀγνοοῦσι μὲν, ὅτι λόγον ἐνδεχόμενον
εἰρήκασιν, ὡς φαινομένων ἐναργῶς ὧν δοξάζουσι, κελεύουσι
δ’ ἡμᾶς ἕπεσθαί τε καὶ πείθεσθαι χωρὶς ἀποδείξεως,
πολλάκις δὲ μόνης ἐνδείξεως δεομένου τοῦ λόγου,
δι’ ἀποδείξεως ἐπιχειροῦσιν αὐτὸν πιστοῦσθαι. τινὲς δὲ
Work
Title: De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione
English: On the Diagnosis and Cure of the Errors of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἁμαρτημάτων
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 58-103
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_043.xml [88 Kb]