Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

ἑλκτικὸν ὄργανον. οὐ μὴν οὐδ’ ἄλλο τι δυνατὸν ἐπινοῆσαι τοιαύτης ὑγρότητος οἰκεῖον μόριον ὑπερβάντα τὸν σπλῆνα. ἆρ’ οὖν ἔτι ζητήσεις, διὰ τίνος ἀγγείου τὸ παχὺ τοῦ αἵματος φέρεται πρὸς αὐτὸν, ἀπιστήσεις δὲ, διὰ μιᾶς φλεβὸς οὐ σπλῆνα μόνον ἕλκειν, ἀλλὰ καὶ τὴν γαστέρα τὸν οἰκεῖον χυμὸν ἐν ταῖς μακροτέραις ἀσιτίαις; εἰ μεμνημένος ὧν ἀπεδείξαμεν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν εἴης, οὔτε τούτων ζητήσεις οὐδὲν, οὔτε πῶς διὰ τῶν αὐτῶν φλεβῶν ἐκ κοιλίας εἰς ὅλον τὸ ζῶον ἡ τροφὴ φέρεται, καταφέρεται δὲ πάλιν ἐπ’ αὐτὴν διὰ τῶν αὐτῶν. ἔν τε γὰρ ταῖς ὑπὸ τῶν φαρμάκων καθάρσεσι, κᾀπειδὰν ἡ φύσις ἐκκαθαρῇ τὸ κατὰ τὰς ἐν ταῖς νόσοις κρίσεις, ὥσπερ γε κᾀπὶ τῶν ὑγιαινόντων πολλάκις, αὐτό τε τὸ χρηστότατον αἷμα φέρεται πρὸς τὴν γαστέρα, θρέψον αὐτὴν ἐν ταῖς μακροτέραις ἀσιτίαις, ἐκκρίνεταί τε διὰ τῶν αὐτῶν φλεβῶν ἐξ ὅλου τοῦ σώματος ἀθρόως ἐνίοτε πολλὰ τῶν περιττωμάτων. ἀποδέδεικται δὲ περὶ τούτων ἁπάντων ἐν τοῖς τῶν

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download